previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


στρατηγὸς τῶν Μηθυμναίων ὅσον δέκα σταδίους ἀπελάσας ἠθέλησε τοὺς στρατιώτας τῇ καταδρομῇ [p. 276] κεκμηκότας ἀναλαβεῖν. Ἄκρας οὖν ἐπεμβαινούσης τῷ πελάγει λαβόμενος ἐπεκτεινομένης μηνοειδῶς, [2] ἧς ἐντὸς θάλαττα γαληνότερον τῶν λιμένων ὅρμον εἰργάζετο, ἐνταῦθα τὰς ναῦς ἐπ̓ ἀγκυρῶν μετεώρους διορμίσας, ὡς μηδὲ μίαν ἐκ τῆς γῆς τῶν ἀγροίκων τινὰ λυπῆσαι, ἀνῆκε τοὺς Μηθυμναίους εἰς τέρψιν εἰρηνικήν. [3] Οἱ δὲ ἔχοντες πάντων ἀφθονίαν ἐκ τῆς ἁρπαγῆς ἔπινον, ἔπαιζον, ἐπινίκιον ἑορτὴν ἐμιμοῦντο. Ἄρτι δὲ παυομένης ἡμέρας καὶ τῆς τέρψεως ἐς νύκτα ληγούσης αἰφνίδιον μὲν γῆ πᾶσα ἐδόκει λάμπεσθαι πυρί, κτύπος δὲ ἠκούετο ῥόθιος κωπῶν, ὡς ἐπιπλέοντος μεγάλου στόλου. [4] Ἐβόα τις ὁπλίζεσθαι τὸν στρατηγόν, ἄλλος ἄλλον ἐκάλει, καὶ τετρῶσθαί τις ἐδόκει, καὶ σχῆμά τις ἔκειτο νεκροῦ μιμούμενος. Εἴκασεν ἄν τις ὁρᾶν νυκτομαχίαν οὐ παρόντων πολεμίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: