previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΒΑΚΧΑΙ.

ιη. γέγραπται μέν, παῖ, καὶ τὰ ἐν τῷ Κιθαιρῶνι, Βακχῶν χοροὶ καὶ ὕποινοι πέτραι καὶ νέκταρ ἐκ βοτρύων καὶ ὡς γάλακτι τὴν βῶλον γῆ λιπαίνει, καὶ ἰδού, κιττὸς ἕρπει καὶ ὄφεις ὀρθοὶ καὶ θύρσοι καὶ δένδρα, οἶμαι, μέλι στάζοντα. καὶ ἥδε σοι ἐλάτη χαμαὶ γυναικῶν ἔργον ἐκ Διονύσου μέγα, πέπτωκε δὲ τὸν Πενθέα ἀποσεισαμένη ταῖς Βάκχαις ἐν εἴδει λέοντος, αἱ δὲ καὶ ξαίνουσι τὸ θήραμα μήτηρ ἐκείνη καὶ ἀδελφαὶ μητρὸς αἱ μὲν ἀπορρηγνῦσαι τὰς χεῖρας, δὲ ἐπισπῶσα τὸν υἱὸν τῆς χαίτης. εἴποις δ᾽ ἄν, ὡς καὶ ἀλαλάζουσιν, οὕτως εὔιον αὐταῖς τὸ ἆσθμα. Διόνυσος δὲ αὐτὸς μὲν ἐν περιωπῇ τούτων ἕστηκεν ἐμπλήσας τὴν παρειὰν χόλου, τὸν δὲ οἶστρον προσβακχεύσας ταῖς γυναιξίν: οὔτε ὁρῶσι γοῦν τὰ δρώμενα καὶ ὁπόσα ἱκετεύει Πενθεύς, λέοντος ἀκούειν φασὶ βρυχωμένου. ταυτὶ μὲν τὰ ἐν [p. 321] τῷ ὄρει, τὰ δὲ ἐγγὺς ταῦτα, Θῆβαι ἤδη καὶ Κάδμου στέγη καὶ θρῆνος ἐπὶ τῇ ἄγρᾳ καὶ συναρμόττουσιν οἱ προσήκοντες τὸν νεκρόν, εἴ πη σωθείη τῷ τάφῳ. πρόκειται καὶ κεφαλὴ τοῦ Πενθέως οὐκέτι ἀμφίβολος, ἀλλ᾽ οἵα καὶ τῷ Διονύσῳ ἐλεεῖν, νεωτάτη καὶ ἁπαλὴ τὴν γένυν καὶ πυρσὴ τὰς κόμας, ἃς οὔτε κιττὸς ἤρεψεν οὔτε σμίλακος ἀμπέλου κλῆμα οὔτε αὐλὸς ἔσεισέ τις οὔτε οἶστρος. ἐρρώννυτο μὲν ὑπ᾽ αὐτῶν, καὶ ἐρρώννυεν αὐτάς, ἐμαίνετο δὲ αὐτὸ τὸ μὴ μετὰ Διονύσου μαίνεσθαι. ἐλεεινὰ καὶ τὰ τῶν γυναικῶν ἡγώμεθα, οἷα μὲν γὰρ ἐν τῷ Κιθαιρῶνι ἠγνόσαν, οἷα δὲ ἐνταῦθα γιγνώσκουσινς3 ἀπολέλοιπε δὲ αὐτὰς οὐχ μανία μόνον, ἀλλὰ καὶ ῥώμη, καθ᾽ ἣν ἐβάκχευσαν. κατὰ μὲν γὰρ τὸν Κιθαιρῶνα ὁρᾷς, ὡς μεσταὶ τοῦ ἄθλου φέρονται συνεξαίρουσαι τὴν ἠχὼ τοῦ ὄρους, ἐνταῦθα δὲ καθίστανται καὶ ἐς νοῦν τῶν βεβακχευμένων ἥκουσιν, ἱζάνουσαί τε κατὰ τῆς γῆς τῆς μὲν ἐς γόνατα κεφαλὴ βρίθει, τῆς δὲ ἐς ὦμον, δ᾽ Ἀγαυὴ περιβάλλειν μὲν τὸν υἱὸν ὥρμηκε, θιγεῖν δὲ ὀκνεῖ. προσμέμικται δ᾽ αὐτῇ τὸ τοῦ παιδὸς αἷμα τὸ μὲν ἐς χεῖρας, τὸ δὲ ἐς παρειάν, τὸ δὲ ἐς τὰ γυμνὰ τοῦ μαζοῦ. δὲ Ἁρμονία καὶ Κάδμος εἰσὶ μέν, ἀλλ᾽ οὐχ οἵπερ ἦσαν, δράκοντε γὰρ ἤδη ἐκ μηρῶν γίγνονται, καὶ φολὶς αὐτοὺς ἤδη ἔχει, φροῦδοι πόδες, φροῦδοι γλουτοί, καὶ μεταβολὴ τοῦ εἴδους ἕρπει ἄνω. οἱ δὲ ἐκπλήττονται καὶ περιβάλλουσιν ἀλλήλους, οἷον ξυνέχοντες τὰ λοιπὰ τοῦ σώματος, ὡς ἐκεῖνα γοῦν αὐτοὺς μὴ φύγοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: