Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
οὐ γὰρ ἐχρῆν, ὦ ἄνδρες Ἀθηναῖοι, ταξιάρχους παρ᾽ ὑμῶν, ἵππαρχον παρ᾽ ὑμῶν, ἄρχοντας οἰκείους εἶναι, ἵν᾽ ἦν ὡς ἀληθῶς τῆς πόλεως ἡ δύναμις; ἀλλ᾽ εἰς μὲν Λῆμνον τὸν παρ᾽ ὑμῶν ἵππαρχον δεῖ πλεῖν, τῶν δ᾽ ὑπὲρ τῶν τῆς πόλεως κτημάτων ἀγωνιζομένων Μενέλαον ἱππαρχεῖν. καὶ οὐ τὸν ἄνδρα μεμφόμενος ταῦτα λέγω, ἀλλ᾽ ὑφ᾽ ὑμῶν ἔδει κεχειροτονημένον εἶναι τοῦτον, ὅστις ἂν ᾖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.