Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Καλλίας τοίνυν ὁ παρ᾽ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρκους, ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δ᾽ εἰς Μακεδονίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων: καὶ διὰ ταῦθ᾽ ὑμεῖς ἐπῃνεῖτ᾽ αὐτὸν ἐν τοῖς ψηφίσμασιν. ὥστ᾽ ἔγωγ᾽ ἀπορῶ τί ποτ᾽ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν: καὶ γὰρ ὅτε φανερῶς διεφερόμεθα, λῃστὰς ἐξεπέμπετε καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.