This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
οὕτω τοίνυν τινές, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρ᾽ ἔχουσ᾽ ἀλογίστως ὥστ᾽ ἐπιχειροῦσι λέγειν πρὸς μὲν ταῦτ᾽ οὐδέν, ἄλλα δὲ τοιαδί, ὡς ἄρα δεινόν, εἰ ἐν κοινῷ μὲν μηδ᾽ ὁτιοῦν ὑπάρχει τῇ πόλει, ἰδίᾳ δέ τινες πλουτήσουσ᾽ ἀτελείας ἐπειλημμένοι. ἔστι δὲ ταῦτ᾽ ἀμφότερ᾽ οὐχὶ δίκαιον λέγειν. εἰ μὲν γάρ τις ἔχει πολλὰ μηδὲν ὑμᾶς ἀδικῶν, οὐχὶ δεῖ δήπου τούτῳ βασκαίνειν: εἰ δ᾽ ὑφῃρημένον φήσουσιν ἤ τιν᾽ ἄλλον οὐχ ὃν προσήκει τρόπον, εἰσὶ νόμοι καθ᾽ οὓς προσήκει κολάζειν. ὅτε δὲ τοῦτο μὴ ποιοῦσιν, οὐδὲ τὸν λόγον αὐτοῖς τοῦτον λεκτέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.