This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον βασανίζειν, οὐδ᾽ ὅτι τοῦτον ἐλεύθερον ὡμολόγησεν, οἱ δὲ μάρτυρες οἵδ᾽ ἐμαρτύρησαν, ἀλλ᾽ ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν καὶ τὸν οἶκον οὐκ ἐμίσθωσεν τῶν νόμων κελευόντων καὶ τοῦ πατρὸς ἐν τῇ διαθήκῃ γράψαντος, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω: ταῦτα μὲν γὰρ ἦν πᾶσιν ἰδεῖν, οἱ νόμοι καὶ τὸ πλῆθος ὧν οὗτοι διηρπάκεσαν χρημάτων: τὸν Μιλύαν δ᾽ οὐδ᾽ ὅστις ἔστιν οὐδεὶς ᾔδει. γνώσεσθε δ᾽ ἐκ τῶν ἐγκεκλημένων ὅτι ταῦθ᾽ οὕτως ἔχοντ᾽ ἐστίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.