This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[56]
οὐκοῦν σὲ τὸν εἰσποιοῦντα καὶ κατασκευάζοντα τὰ πράγματα καὶ λόγον ἔδει διδόναι, γενόμενον ὑπεύθυνον ὧν πεποίηκας: πολλή γε ἀνάγκη. ἀλλὰ τοῦτο μὲν ἔφυγες, τῇ διαμαρτυρίᾳ δὲ τοῦτον οὐδὲν εἰδότ᾽ ἐπεγράψω. ὥστε φανερὸν ὑμῖν ἐστιν, ὦ ἄνδρες δικασταί, τὰ διαμαρτυρούμενα μὴ εἶναι ἀληθῆ, καὶ παρ᾽ αὐτοῖς γε τούτοις ὁμολογεῖται. καὶ μὴν κἀκεῖνο δίκαιόν ἐστιν, μὴ λέγοντος αὐτίκα μάλ᾽ ἀκούειν Λεωστράτου τουτουί, ὑπὲρ ὧν γε διαμαρτυρῆσαι οὐκ ἐτόλμησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.