Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ἔπειτα ἵνα ὁ Κηφισιάδης ἔχῃ τὸ ἀργύριον, ἄνθρωπος μέτοικος, ἢ Φορμίων, ὅν φησιν ἀπαληλιφέναι τι οὗτος τοῦ ἀργυρίου, πεισθήσεσθε ὑμεῖς ὡς ἐπιορκήσειεν ἂν ὁ Ἀρχεβιάδης; οὐκ ἔκ γε τῶν εἰκότων, ὦ ἄνδρες δικασταί. οὐ γὰρ ἄξιον οὔτε Ἀρχεβιάδου κακίαν οὐδεμίαν καταγνῶναι οὔτε τοῦ πατρὸς τοῦ ἡμετέρου: πολὺ γὰρ αὐτὸν φιλότιμον ἴστε μᾶλλον ὄντα ἢ κακόν τι ἢ αἰσχρὸν ἐπιτηδεύοντα, καὶ πρὸς Κάλλιππον οὐχ οὕτως ἔχοντα ὥστε καταφρονήσαντα τούτου ἀδικῆσαι ἄν τι αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.