Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
καὶ σ᾽ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
985τόλμα δ᾽: οὐ γὰρ ἀνάξεις ποτ᾽ ἔνερθεν
κλαίων τοὺς φθιμένους ἄνω.
καὶ θεῶν σκότιοι φθίνουσι
990παῖδες ἐν θανάτῳ.
φίλα μὲν ὅτ᾽ ἦν μεθ᾽ ἡμῶν,
φίλα δὲ θανοῦσ᾽ ἔτ᾽ ἔσται,
γενναιοτάταν δὲ πασᾶν
ἐζεύξω κλισίαις ἄκοιτιν.