previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κορινθίοισι γὰρ ἦν πόλιος κατάστασις τοιήδε: ἦν ὀλιγαρχίη, καὶ οὗτοι Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν, ἐδίδοσαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων. Ἀμφίονι δὲ ἐόντι τούτων τῶν ἀνδρῶν γίνεται θυγάτηρ χωλή: οὔνομα δέ οἱ ἦν Λάβδα. ταύτην Βακχιαδέων γὰρ οὐδεὶς ἤθελε γῆμαι, ἴσχει Ἠετίων Ἐχεκράτεος, δήμου μὲν ἐὼν ἐκ Πέτρης, ἀτὰρ τὰ ἀνέκαθεν Λαπίθης τε καὶ Καινείδης. [2] ἐκ δέ οἱ ταύτης τῆς γυναικὸς οὐδ᾽ ἐξ ἄλλης παῖδες ἐγίνοντο. ἐστάλη ὦν ἐς Δελφοὺς περὶ γόνου. ἐσιόντα δὲ αὐτὸν ἰθέως Πυθίη προσαγορεύει τοῖσιδε τοῖσι ἔπεσι. “Ἠετίων, οὔτις σε τίει πολύτιτον ἐόντα.
Λάβδα κύει, τέξει δ᾽ ὀλοοίτροχον: ἐν δὲ πεσεῖται
ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.
[3] ταῦτα χρησθέντα τῷ Ἠετίωνι ἐξαγγέλλεταί κως τοῖσι Βακχιάδῃσι, τοῖσι τὸ μὲν πρότερον γενόμενον χρηστήριον ἐς Κόρινθον ἦν ἄσημον, φέρον τε ἐς τὠυτὸ καὶ τὸ τοῦ Ἠετίωνος καὶ λέγον ὧδε. “αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα
καρτερὸν ὠμηστήν: πολλῶν δ᾽ ὑπὸ γούνατα λύσει.
ταῦτά νυν εὖ φράζεσθε, Κορίνθιοι, οἳ περὶ καλήν
Πειρήνην οἰκεῖτε καὶ ὀφρυόεντα Κόρινθον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: