This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
ἔπειτα δέ, ὥσπερ τοῖς τῶν
ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν
μηδ᾽ οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον
πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλ᾽ αὐτὸς αὑτῷ, ἂν μὴ παύηται
τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι
γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο
ποιοῦσιν: ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.