Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
καὶ τοιοῦτος γεγενημένος καὶ περὶ τοὺς ἐκ Πειραιέως καὶ περὶ τοὺς ἐν ἄστει μείναντας καὶ περὶ πᾶσαν τὴν πόλιν, οὐκ ἀγαπᾷ τῶν ἴσων τυγχάνειν τοῖς ἄλλοις ἀλλὰ ζητεῖ πλέον ἔχειν ὑμῶν, ὥπερ ἢ μόνος ἀδικηθεὶς ἢ βέλτιστος ὢν πολιτῶν ἢ μεγίσταις συμφοραῖς δι᾽ ὑμᾶς κεχρημένος ἢ πλείστων ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος.