Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
ἔτι δ᾽ εἴ τις ἐκλέξειε τῶν προεχόντων ποιητῶν τὰς καλουμένας γνώμας, ἐφ᾽ αἷς ἐκεῖνοι μάλιστ᾽ ἐσπούδασαν, ὁμοίως ἂν καὶ πρὸς ταύτας διατεθεῖεν: ἥδιον γὰρ ἂν κωμῳδίας τῆς φαυλοτάτης ἢ τῶν οὕτω τεχνικῶς πεποιημένων ἀκούσαιεν.καὶ τί δεῖ καθ᾽ ἓν ἕκαστον λέγοντα διατρίβειν;