Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[117]
τοσοῦτον δ᾽ ἀπέχουσι τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας, ὥσθ᾽ αἱ μὲν ὑπὸ τυράννοις εἰσί, τὰς δ᾽ ἁρμοσταὶ κατέχουσιν, ἔνιαι δ᾽ ἀνάστατοι γεγόνασι, τῶν δ᾽ οἱ βάρβαροι δεσπόται καθεστήκασιν: οὓς ἡμεῖς διαβῆναι τολμήσαντας εἰς τὴν Εὐρώπην καὶ μεῖζον ἢ προσῆκεν αὐτοῖς φρονήσαντας οὕτω διέθεμεν,