Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:








Click on a word to bring up parses, dictionary entries, and frequency statistics
9. Κλεομένης ὁ Λεωνίδου τοῦ Κλεωνύμου παραλαβὼν τὴν βασιλείαν ἐν Σπάρτῃ Παυσανίαν ἐμιμεῖτο τυραννίδος τε ἐπιθυμῶν καὶ νόμοις τοῖς καθεστηκόσιν οὐκ ἀρεσκόμενος. ἅτε δὲ ὄντι αὐτῷ Παυσανίου θερμοτέρῳ καὶ οὐ φιλοψύχῳ ταχὺ τὰ πάντα ὑπὸ φρονήματος καὶ τόλμης κατείργαστο, καὶ βασιλέα τε οἰκίας τῆς ἑτέρας Εὐρυδαμίδαν παῖδα ἔτι ἀνελὼν φαρμάκῳ διὰ τῶν ἐφορευόντων ἐς Ἐπικλείδαν τὸν ἀδελφὸν μετέστησε τὴν ἀρχὴν καὶ τὸ κράτος τῆς γερουσίας καταλύσας πατρονόμους τῷ λόγῳ κατέστησεν ἀντ᾽ αὐτῶν. ἐπιθυμῶν δὲ πραγμάτων μειζόνων καὶ ἀρχῆς τῶν Ἑλλήνων, ἐπέθετο Ἀχαιοῖς πρώτοις, συμμάχους ἐλπίζων ἕξειν ἢν κρατήσῃ καὶ μάλιστα ἐμποδὼν οὐκ ἐθέλων εἶναί οἱ τοῖς δρωμένοις.
[2]
συμβαλὼν δὲ περὶ Δύμην τὴν ὑπὲρ Πατρῶν, Ἀράτου καὶ τότε ἡγουμένου τῶν Ἀχαιῶν, νικᾷ τῇ μάχῃ. τοῦτο Ἄρατον ἠνάγκασεν ὑπέρ τε Ἀχαιῶν καὶ αὐτῆς Σικυῶνος δείσαντα Ἀντίγονον ἐπάγεσθαι. Κλεομένους δὲ παραβάντος ἣν πρὸς Ἀντίγονον συνέθετο εἰρήνην καὶ παράσπονδα ἐκ τοῦ φανεροῦ καὶ ἄλλα δράσαντος καὶ Μεγαλοπολίτας ποιήσαντος ἀναστάτους, οὕτω διαβάντος ἐς Πελοπόννησον Ἀντιγόνου συμβάλλουσιν Ἀχαιοὶ Κλεομένει περὶ Σελλασίαν. νικησάντων δὲ τῶν Ἀχαιῶν Σελλασία τε ἠνδραποδίσθη καὶ αὐτὴ Λακεδαίμων ἑάλω. Λακεδαιμονίοις μὲν οὖν ἀπέδωκεν Ἀντίγονος καὶ Ἀχαιοὶ πολιτείαν τὴν πάτριον:
[3]
τῶν δὲ Λεωνίδου παίδων Ἐπικλείδας μὲν ἀπέθανεν ἐν τῇ μάχῃ, Κλεομένην δὲ φεύγοντα ἐς Αἴγυπτον καὶ τιμῆς παρὰ Πτολεμαίῳ πρῶτα ἔχοντα συνέβη δεθῆναι, καταγνωσθέντα Αἰγυπτίων ἄνδρας ἐπὶ τὸν βασιλέα συνιστάναι. καὶ ἀπέδρα μὲν ἐκ τοῦ δεσμωτηρίου καὶ τοῖς Ἀλεξανδρεῦσιν ἀρχὴν θορύβου παρέσχε: τέλος δέ, ὡς ἡλίσκετο, ἀπέσφαξεν αὑτόν. Λακεδαιμόνιοι δὲ ἄσμενοι Κλεομένους ἀπαλλαγέντες βασιλεύεσθαι μὲν οὐκέτι ἠξίωσαν, τὰ δὲ λοιπὰ καὶ ἐς τόδε διαμένει σφίσιν ἐκείνης τῆς πολιτείας. Ἀράτῳ δὲ Ἀντίγονος ἅτε ἀνδρὶ εὐεργέτῃ καὶ συγκατειργασμένῳ λαμπρὰ οὕτω διέμεινεν εὔνους.
[4]
Φίλιππος δὲ ὡς παρέλαβε τὴν ἀρχήν —οὐ γὰρ αὐτὸν Ἄρατος θυμῷ πολλὰ ἐς τοὺς ἀρχομένους χρώμενον ἐπῄνει, τὰ δὲ καὶ ὡρμημένον ἐπεῖχε μὴ ποιεῖν—, τούτων ἕνεκεν ἀπέκτεινεν Ἄρατον, οὐδὲν προϊδομένῳ δούς οἱ φάρμακον. καὶ τὸν μὲν ἐξ Αἰγίου —ταύτῃ γὰρ τὸ χρεὼν ἐπέλαβεν αὐτὸν—ἐς Σικυῶνα κομίσαντες θάπτουσι, καὶ τὸ ἡρῷον Ἀράτειον ἔτι ὀνομάζεται: Φιλίππῳ δὲ καὶ ἐς Εὐρυκλείδην καὶ Μίκωνα Ἀθηναίους ὅμοια εἰργάσθη: καὶ γὰρ τούσδε ὄντας ῥήτορας καὶ οὐκ ἀπιθάνους τῷ δήμῳ φαρμάκοις ἔκτεινεν.
[5]
ἔμελλε δὲ ἄρα καὶ αὐτῷ Φιλίππῳ τὸ ἀνδροφόνον φάρμακον ἔσεσθαι συμφορά: τὸν γάρ οἱ παῖδα Δημήτριον ὁ νεώτερος τῶν Φιλίππου παίδων Περσεὺς φαρμάκῳ διέφθειρε καὶ δι᾽ αὐτὸ καὶ τῷ πατρὶ ἀθυμήσαντι παρέσχεν αἰτίαν ἀποθανεῖν. παρεδήλωσα δὲ τάδε ἀπιδὼν ἐς τὸ Ἡσιόδου σὺν θεῷ πεποιημένον, τὸν ἐπ᾽ ἄλλῳ βουλεύοντα ἄδικα ἐς αὑτὸν πρῶτον τρέπειν.
[6]
μετὰ δὲ τὸ Ἀράτου ἡρῷον ἔστι μὲν Ποσειδῶνι Ἰσθμίῳ βωμός, ἔστι δὲ Ζεὺς Μειλίχιος καὶ Ἄρτεμις ὀνομαζομένη Πατρῴα, σὺν τέχνῃ πεποιημένα οὐδεμιᾷ: πυραμίδι δὲ ὁ Μειλίχιος, ἡ δὲ κίονί ἐστιν εἰκασμένη. ἐνταῦθα καὶ βουλευτήριόν σφισι πεποίηται καὶ στοὰ καλουμένη Κλεισθένειος ἀπὸ τοῦ οἰκοδομήσαντος: ᾠκοδόμησε δὲ ἀπὸ λαφύρων ὁ Κλεισθένης αὐτὴν τὸν πρὸς Κίρρᾳ πόλεμον συμπολεμήσας Ἀμφικτύοσι. τῆς δὲ ἀγορᾶς ἐστιν ἐν τῷ ὑπαίθρῳ Ζεὺς χαλκοῦς, τέχνη Λυσίππου, παρὰ δὲ αὐτὸν Ἄρτεμις ἐπίχρυσος.
[7]
πλησίον δὲ Ἀπόλλωνός ἐστιν ἱερὸν Λυκίου, κατερρυηκός τε ἤδη καὶ ἥκιστα θέας ἄξιον. φοιτώντων γὰρ λύκων σφίσιν ἐπὶ τὰς ποίμνας ὡς μηδένα εἶναι καρπὸν ἔτι ἀπ᾽ αὐτῶν, ὁ θεὸς τόπον τινὰ εἰπὼν ἔνθα ἔκειτο αὖον ξύλον, τούτου φλοιὸν ἔχρησε τοῦ ξύλου καὶ κρέας ὁμοῦ προθεῖναι τοῖς θηρίοις: καὶ τοὺς μὲν αὐτίκα ὡς ἐγεύσαντο διέφθειρεν ὁ φλοιός, τὸ ξύλον δὲ ἐκεῖνο ἔκειτο μὲν ἐν τῷ ἱερῷ τοῦ Λυκίου, ὅ τι δὲ ἦν δένδρον οὐδὲ οἱ τῶν Σικυωνίων ἐξηγηταὶ συνίεσαν.
[8]
τούτου δέ εἰσιν εἰκόνες ἐφεξῆς χαλκαῖ: τὰς Προίτου θυγατέρας λέγουσιν εἶναι σφᾶς, τὸ δὲ ἐπίγραμμα ἐς γυναῖκας ἄλλας εἶχεν. ἐνταῦθα Ἡρακλῆς χαλκοῦς ἐστι: Λύσιππος ἐποίησεν αὐτὸν Σικυώνιος, καὶ πλησίον Ἑρμῆς ἕστηκεν Ἀγοραῖος.
Pausanias. Pausaniae Graeciae Descriptio, 3 vols. Leipzig, Teubner. 1903.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (5 total)
- Cross-references to this page
(5):
- A Dictionary of Greek and Roman Antiquities (1890), PATRONOMI
- A Dictionary of Greek and Roman Antiquities (1890), SARO´NIA
- Dictionary of Greek and Roman Geography (1854), SI´CYON
- Smith's Bio, Clei'sthenes
- Smith's Bio, Eurycleidas
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences