previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Isthmian 5
ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΩι


μᾶτερ Ἁλίου πολυώνυμε Θεία,
σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν
χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων:
καὶ γὰρ ἐριζόμεναι
5νᾶες ἐν πόντῳ καὶ ὑφ᾽ ἅρμασιν ἵπποι
διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται:
ἔν τ᾽ ἀγωνίοις ἀέθλοισι ποθεινὸν
[10] κλέος ἔπραξεν, ὅντιν᾽ ἀθρόοι στέφανοι
χερσὶ νικάσαντ᾽ ἀνέδησαν ἔθειραν
10 ταχυτᾶτι ποδῶν.
κρίνεται δ᾽ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.
δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ,
εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.
μὴ μάτευε Ζεὺς γενέσθαι: πάντ᾽ ἔχεις,
15εἴ σε τούτων μοῖρ᾽ ἐφίκοιτο καλῶν.
[20] θνατὰ θνατοῖσι πρέπει.
τὶν δ᾽ ἐν Ἰσθμῷ διπλόα θάλλοισ᾽ ἀρετά,
Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν,
Πυθέᾳ τε παγκρατίου. τὸ δ᾽ ἐμὸν
20οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται:
σὺν Χάρισιν δ᾽ ἔμολον Λάμπωνος υἱοῖς
τάνδ᾽ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται
θεοδότων ἔργων κέλευθον ἂν καθαράν,
[30] μὴ φθόνει κόμπον τὸν ἐοικότ᾽ ἀοιδᾷ
25κιρνάμεν ἀντὶ πόνων.
καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ
λόγον ἐκέρδαναν, κλέονται δ᾽ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς
μυρίον χρόνον: μελέταν δὲ σοφισταῖς
Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι:
30ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς
Οἰνεΐδαι κρατεροί,
[40] ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος
γέρας ἔχει, Περσεὺς δ᾽ ἐν Ἄργει, Κάστορος δ᾽ αἰχμὰ Πολυδεύκεος τ᾽ ἐπ᾽ Εὐρώτα ῥεέθροις.
ἀλλ᾽ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ
35Αἰακοῦ παίδων τε: τοὶ καὶ σὺν μάχαις
δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι
Ἡρακλῆϊ πρότερον,
καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν:
λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον,
40 [50] καὶ στράταρχον Αἰθιόπων ἄφοβον
Μέμνονα χαλκοάραν: τίς ἄρ᾽ ἐσλὸν Τήλεφον
τρῶσεν ἑῷ δορὶ Καΐκου παρ᾽ ὄχθαις;
τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν
διαπρεπέα νᾶσον: τετείχισται δὲ πάλαι
45πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.
πολλὰ μὲν ἀρτιεπὴς
γλῶσσά μοι τοξεύματ᾽ ἔχει περὶ κείνων
[60] κελαδέσαι: καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις
ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ
50ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.
ἀλλ᾽ ὅμως καύχημα κατάβρεχε σιγᾷ:
Ζεὺς τά τε καὶ τὰ νέμει,
Ζεὺς πάντων κύριος. ἐν δ᾽ ἐρατεινῷ
[70] μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ᾽ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων
55ἀμφ᾽ ἀέθλοισιν γενεὰν Κλεονίκου
ἐκμαθών: οὔτοι τετύφλωται μακρὸς
μόχθος ἀνδρῶν: οὐδ᾽ ὁπόσαι δαπάναι
ἐλπίδων ἔκνισ᾽ ὄπιν.
αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις
60Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι
χερσὶ δεξιόν, νόῳ ἀντίπαλον.
λάμβανέ οἱ στέφανον, φέρε δ᾽ εὔμαλλον μίτραν,
[80] καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (18 total)
  • Commentary references to this page (8):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 216-462
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 718
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1302
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 434
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 1094
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 4.606
    • Walter Leaf, Commentary on the Iliad (1900), 13.128
  • Cross-references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, comm.1439
  • Cross-references in notes to this page (4):
  • Cross-references in general dictionaries to this page (4):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: