[439α]
Σωκράτης
ἔχε δὴ πρὸς Διός: τὰ δὲ ὀνόματα οὐ πολλάκις μέντοι ὡμολογήσαμεν τὰ καλῶς κείμενα ἐοικότα εἶναι ἐκείνοις ὧν ὀνόματα κεῖται, καὶ εἶναι εἰκόνας τῶν πραγμάτων;
Σωκράτης
εἰ οὖν ἔστι μὲν ὅτι μάλιστα δι᾽ ὀνομάτων τὰ πράγματα μανθάνειν, ἔστι δὲ καὶ δι᾽ αὐτῶν, ποτέρα ἂν εἴη καλλίων καὶ σαφεστέρα ἡ μάθησις; ἐκ τῆς εἰκόνος μανθάνειν αὐτήν τε αὐτὴν εἰ καλῶς εἴκασται, καὶ τὴν ἀλήθειαν ἧς ἦν εἰκών,