[183α]
Θεόδωρος
ἐοίκατε.Σωκράτης
καλὸν ἂν ἡμῖν συμβαίνοι τὸ ἐπανόρθωμα τῆς ἀποκρίσεως, προθυμηθεῖσιν ἀποδεῖξαι ὅτι πάντα κινεῖται, ἵνα δὴ ἐκείνη ἡ ἀπόκρισις ὀρθὴ φανῇ. τὸ δ᾽, ὡς ἔοικεν, ἐφάνη, εἰ πάντα κινεῖται, πᾶσα ἀπόκρισις, περὶ ὅτου ἄν τις ἀποκρίνηται, ὁμοίως ὀρθὴ εἶναι, οὕτω τ᾽ ἔχειν φάναι καὶ μὴ οὕτω, εἰ δὲ βούλει, γίγνεσθαι, ἵνα μὴ στήσωμεν αὐτοὺς τῷ λόγῳ.Θεόδωρος
ὀρθῶς λέγεις.Σωκράτης
πλήν γε, ὦ Θεόδωρε, ὅτι ‘οὕτω’ τε εἶπον καὶ ‘οὐχ οὕτω.’ δεῖ δὲ οὐδὲ τοῦτο τὸ ‘οὕτω’ λέγειν—οὐδὲ [183β] γὰρ ἂν ἔτι κινοῖτο τὸ ‘οὕτω’ —οὐδ᾽ αὖ ‘μὴ οὕτω’ — οὐδὲ γὰρ τοῦτο κίνησις—ἀλλά τιν᾽ ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ ‘οὐδ᾽ οὕτως’ μάλιστα δ᾽ οὕτως ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.Θεόδωρος
οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς.Σωκράτης
οὐκοῦν, ὦ Θεόδωρε, τοῦ τε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντ᾽ ἄνδρα πάντων [183ξ] χρημάτων μέτρον εἶναι, ἂν μὴ φρόνιμός τις ᾖ: ἐπιστήμην τε αἴσθησιν οὐ συγχωρησόμεθα κατά γε τὴν τοῦ πάντα κινεῖσθαι μέθοδον, ἢ εἰ μή τί πως ἄλλως Θεαίτητος ὅδε λέγει.Θεόδωρος
ἄριστ᾽ εἴρηκας, ὦ Σώκρατες: τούτων γὰρ περανθέντων καὶ ἐμὲ ἔδει ἀπηλλάχθαι σοι ἀποκρινόμενον κατὰ τὰς συνθήκας, ἐπειδὴ τὸ περὶ τοῦ Πρωταγόρου λόγου τέλος σχοίη.Θεαίτητος
μὴ πρίν γ᾽ ἄν, ὦ Θεόδωρε, Σωκράτης τε καὶ σὺ [183δ] τοὺς φάσκοντας αὖ τὸ πᾶν ἑστάναι διέλθητε, ὥσπερ ἄρτι προύθεσθε.Θεόδωρος
νέος ὤν, ὦ Θεαίτητε, τοὺς πρεσβυτέρους ἀδικεῖν διδάσκεις ὁμολογίας παραβαίνοντας; ἀλλὰ παρασκευάζου ὅπως τῶν ἐπιλοίπων Σωκράτει δώσεις λόγον.Θεαίτητος
ἐάνπερ γε βούληται. ἥδιστα μεντἂν ἤκουσα περὶ ὧν λέγω.Θεόδωρος
‘Ἱππέας εἰς πεδίον’ προκαλῇ Σωκράτη εἰς λόγους προκαλούμενος: ἐρώτα οὖν καὶ ἀκούσῃ.Σωκράτης
ἀλλά μοι δοκῶ, ὦ Θεόδωρε, περί γε ὧν κελεύει [183ε] Θεαίτητος οὐ πείσεσθαι αὐτῷ.Θεόδωρος
τί δὴ οὖν οὐ πείσεσθαι;Σωκράτης
μέλισσον μὲν καὶ τοὺς ἄλλους, οἳ ἓν ἑστὸς λέγουσι τὸ πᾶν, αἰσχυνόμενος μὴ φορτικῶς σκοπῶμεν, ἧττον αἰσχύνομαι ἢ ἕνα ὄντα Παρμενίδην. Παρμενίδης δέ μοι φαίνεται, τὸ τοῦ Ὁμήρου, ‘αἰδοῖός τέ μοι’ εἶναι ἅμα ‘δεινός τε.’ συμπροσέμειξα γὰρ δὴ τῷ ἀνδρὶ πάνυ νέος πάνυ πρεσβύτῃ,