‘
[195δ]
ἐν ταῖς διανοίαις ἀλλ᾽ ἐν τῇ συνάψει αἰσθήσεως πρὸς διάνοιαν;’ φήσω δὲ ἐγὼ οἶμαι καλλωπιζόμενος ὥς τι ηὑρηκότων ἡμῶν καλόν.
Θεαίτητος
ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, οὐκ αἰσχρὸν εἶναι τὸ νῦν ἀποδεδειγμένον.
Σωκράτης
‘οὐκοῦν,’ φησί, ‘λέγεις ὅτι αὖ τὸν ἄνθρωπον ὃν διανοούμεθα μόνον, ὁρῶμεν δ᾽ οὔ, ἵππον οὐκ ἄν ποτε οἰηθείημεν εἶναι, ὃν αὖ οὔτε ὁρῶμεν οὔτε ἁπτόμεθα, διανοούμεθα δὲ μόνον καὶ ἄλλ᾽ οὐδὲν αἰσθανόμεθα περὶ αὐτοῦ;’ ταῦτα οἶμαι φήσω λέγειν.