[124α]
Θεάγης
ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.
Σωκράτης
οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;
Θεάγης
ναί, ἀλλ᾽ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.
Σωκράτης
ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων: αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ;