previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[311α] ἔνδον καταλάβωμεν; καταλύει δ᾽, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου: ἀλλ᾽ ἴωμεν.’ καὶ ἐγὼ εἶπον: ‘μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμενπρῲ γάρ ἐστινἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως ἂν φῶς γένηται: εἶτα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν, ὡς τὸ εἰκός, ἔνδον.’

μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν: καὶ ἐγὼ [311β] ἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, εἰπέ μοι, ἔφην ἐγώ, Ἱππόκρατες, παρὰ Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο: ‘εἰπέ μοι, μέλλεις τελεῖν, Ἱππόκρατες, Ἱπποκράτει [311ξ] μισθὸν ὡς τίνι ὄντι;’ τί ἂν ἀπεκρίνω;

εἶπον ἄν, ἔφη, ὅτι ὡς ἰατρῷ.

ὡς τίς γενησόμενος;’

ὡς ἰατρός, ἔφη.

εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο: ‘τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ;’ τί ἂν ἀπεκρίνω;

εἶπον ἂν ὡς ἀγαλματοποιοῖς.

ὡς τίς δὲ γενησόμενος αὐτός;’

δῆλον ὅτι ἀγαλματοποιός.

εἶεν, ἦν δ᾽ ἐγώ: [311δ] παρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ, ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες. εἰ οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο: ‘εἰπέ μοι, Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν;’ τί ἂν αὐτῷ [311ε] ἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρωταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούομεν;

σοφιστὴν δή τοι ὀνομάζουσί γε, Σώκρατες, τὸν ἄνδρα εἶναι, ἔφη.

ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ χρήματα;

μάλιστα.

εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: