This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[135]
Ἀλλὰ θαυμαστοὺς ἄνδρας οὐ παρεσχήκαμεν οἷον τεχνῶν
τινων εὑρετὰς ἢ σοφίᾳ διαφέροντας. καὶ καταριθμεῖ Σωκράτην
καὶ Ζήνωνα καὶ Κλεάνθην καὶ τοιούτους τινάς. εἶτα τὸ θαυμασιώτατον
τοῖς εἰρημένοις αὐτὸς ἑαυτὸν προστίθησι καὶ μακαρίζει
[136]
τὴν Ἀλεξάνδρειαν, ὅτι τοιοῦτον ἔχει πολίτην: ἔδει γὰρ αὐτῷ μάρτυρος
ἑαυτοῦ: τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ὀχλαγωγὸς ἐδόκει πονηρὸς
εἶναι καὶ τῷ βίῳ καὶ τῷ λόγῳ διεφθαρμένος, ὥστε εἰκότως
ἐλεήσαι τις ἂν τὴν Ἀλεξάνδρειαν, εἴπερ ἐπὶ τούτῳ μέγα ἐφρόνει.
περὶ δὲ τῶν παρ᾽ ἡμῖν ἀνδρῶν γεγονότων οὐδενὸς ἧττον ἐπαίνου
τυγχάνειν ἀξίων ἴσασιν οἱ ταῖς ἡμετέραις ἀρχαιολογίαις ἐντυγχάνοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.