previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰρωνείας Α᾽

μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, ὡς τύπῳ λαβεῖν, προσποίησις ἐπὶ χεῖρον πράξεων καὶ λόγων, δὲ εἴρων [2] τοιοῦτός τις, οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν, οὐ μισεῖν: καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις: καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι καὶ ἐπὶ τοῖς καθ᾽ ἑαυτοῦ λεγομένοις. [3] καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πράως διαλέγεσθαι: καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις [4] προστάξαι ἐπανελθεῖν. καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι: καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι [5] καὶ ὀψὲ γενέσθαι αὐτὸν καὶ μαλακισθῆναι. καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας ... ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν φῆσαι πωλεῖν: καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑορακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι: καὶ τὰ μὲν σκέψασθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δ᾽ ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. [6] καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι: 'οὐ πιστεύω᾽, 'οὐχ ὑπολαμβάνω᾽, 'ἐκπλήττομαι᾽ καὶ 'λέγεις αὐτὸν ἕτερον γεγονέναι: καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει᾽, 'παράδοξόν μοι τὸ πρᾶγμα᾽, 'ἄλλῳ τινὶ λέγε᾽, 'ὅπως δὲ σοὶ ἀπιστήσω ἐκείνου καταγνῶ, ἀποροῦμαι᾽, 'ἀλλ᾽ ὅρα, μὴ σὺ θᾶττον πιστεύεισ᾽.

[7] τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἐστι τῶν εἰρώνων. τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ, ἀλλ᾽ ἐπίβουλα, φυλάττεσθαι μᾶλλον δεῖ τοὺς ἔχεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: