Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἃ δὲ Πομπηΐῳ
συνεβούλευε πρότερον καί τότε Σκηπίωνι, μὴ μάχεσθαι πρὸς ἄνδρα πολεμιστὴν καί δεινόν, ἀλλὰ τῷ χρόνῳ χρῆσθαι πᾶσαν ἀκμὴν ᾗ τυραννὶς ἰσχύει μαραίνοντι, τούτων ὁ Σκηπίων ὑπὸ αὐθαδείας κατεφρόνει: καί ποτε τῷ Κάτωνι δειλίαν ὀνειδίζων ἔγραψεν, εἰ μὴ μόνον αὐτὸς ἀγαπᾷ καθήμενος ἐν πόλει καί τείχεσιν, ἀλλὰ μηδὲ ἑτέρους ἐᾷ πρὸς τὸν καιρὸν εὐθαρσῶς χρῆσθαι τοῖς λογισμοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.