This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὡς
οὖν αἵ τε τῶν χρυσῶν ὅπλων αὐγαὶ πρὸς τὸν ἥλιον ἐξέλαμψαν ἀπὸ τῶν ἄκρων τοῦ ἀγήματος ἐν τάξει πορευομένων, καὶ τῶν θηρίων τοὺς πύργους ἄνω καὶ τάς πορφύρας εἶδον, ὅσπερ ἦν αὐτοῖς κόσμος εἰς μάχην ἀγομένοις, ἐπιστήσαντες οἱ πρῶτοι τὴν πορείαν ἐβόων Εὐμενῆ καλεῖν αὑτοῖς, οὐ γὰρ ἂν προελθεῖν ἐκείνου μὴ στρατηγοῦντος, καὶ τὰ ὅπλα πρὸς τὴν γῆν ἐρείσαντες ἀλλήλοις μένειν διεκελεύοντο, καὶ τοῖς ἡγεμόσιν ἡσυχίαν ἔχειν, καὶ χωρὶς Εὐμενοῦς μὴ μάχεσθαι μηδὲ κινδυνεύειν πρὸς τοὺς πολεμίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.