previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τὰς Ἄλπεις κατέχοντες ἤδη προσηγγέλλοντο Κεκίνας καὶ Οὐάλης Οὐϊτελλίῳ στρατηγοῦντες, ἐν Ῥώμῃ Δολοβέλλας, εὐπατρίδης ἀνήρ, ὑποψίαν παρεῖχε τοῖς μισθοφόροις νεώτερα φρονεῖν. ἐκεῖνον μὲν οὖν, εἴτε αὐτὸν εἴτε ἄλλον δεδοικώς, εἰς πόλιν Ἀκύνιον παρέπεμψε παραθαρρύνας. καταλέγων δὲ τῶν ἐν τέλει συνεκδήμους ἔταξεν ἐν τούτοις καὶ Λεύκιον τὸν Οὐϊτελλίου ἀδελφόν, οὔτε προσθεὶς οὐδὲν οὔτε ἀφελὼν ἧς εἶχε τιμῆς, [2] ἰσχυρῶς δὲ καὶ τῆς μητρὸς ἐπεμελήθη τοῦ Οὐϊτελλίου καὶ τῆς γυναικός, ὅπως μηδὲν φοβήσονται περὶ αὑτῶν, τῆς δὲ Ῥώμης φύλακα Φλαούιον Σαβῖνον, ἀδελφὸν Οὐεσπεσιανοῦ, κατέστησεν, εἴτε καὶ τοῦτο πράξας ἐπὶ τιμῇ Νέρωνος παρ᾽ ἐκείνου γὰρ εἰλήφει τὴν ἀρχὴν Σαβῖνος, ἀφείλετο δὲ Γάλβας αὐτόν, εἴτε μᾶλλον εὔνοιαν ἐνεδείκνυτο Οὐεσπεσιανῷ καὶ πίστιν αὔξων Σαβῖνον.

[3] αὐτὸς μὲν οὖν ἐν Βριξίλλῳ, πόλει τῆς Ἰταλίας [p. 288] περὶ τὸν Ἠριδανὸν ἀπελείφθη, στρατηγοὺς δὲ τῶν δυνάμεων ἐξέπεμψε Μάριόν τε Κέλσον καὶ Σουητώνιον Παυλῖνον ἔτι τε Γάλλον καὶ Σπουρίναν, ἄνδρας ἐνδόξους, χρήσασθαι δὲ μὴ δυνηθέντας ἐπὶ τῶν πραγμάτων ὡς προῃροῦντο τοῖς ἑαυτῶν λογισμοῖς δι᾽ ἀταξίαν καὶ θρασύτητα τῶν στρατιωτῶν. [4] οὐ γὰρ ἠξίουν ἑτέρων ἀκούειν, ὡς παρ᾽ αὑτῶν τοῦ αὐτοκράτορος τὸ ἄρχειν ἔχοντος. ἦν μὲν οὖν οὐδὲ τὰ τῶν πολεμίων ὑγιαίνοντα παντάπασιν οὐδὲ χειροήθη τοῖς ἡγεμόσιν, ἀλλ᾽ ἔμπληκτα καὶ σοβαρὰ διὰ τὴν αὐτὴν αἰτίαν. οὐ μὴν ἀλλ᾽ ἐκείνοις ἐμπειρία γε παρῆν τοῦ μάχεσθαι καὶ τὸ κάμνειν1 ἐθάδες ὄντες οὐκ ἔφευγον, [5] οὗτοι δὲ μαλακοὶ μὲν ἦσαν ὑπὸ σχολῆς καὶ διαίτης ἀπολέμου, πλεῖστον χρόνον ἐν θεάτροις καὶ πανηγύρεσι καὶ παρὰ σκηνὴν βεβιωκότες, ὕβρει δὲ καὶ κόμπῳ ἐπαμπέχειν ἐβούλοντο, προσποιήσασθαι τὰς λειτουργίας ὡς κρείττονες ἀπαξιοῦντες, οὐχ ὡς ἀδύνατοι φέρειν. δὲ Σπουρίνας προσβιαζόμενος αὐτοὺς ἐκινδύνευσε μικρὸν ἐλθόντας ἀνελεῖν αὐτόν, [6] ὕβρεως δὲ καὶ βλασφημίας οὐδεμιᾶς ἐφείσαντο, προδότην καὶ λυμεῶνα τῶν Καίσαρος καιρῶν καὶ πραγμάτων λέγοντες, ἔνιοι δὲ καὶ μεθυσθέντες ἤδη νυκτὸς ἦλθον ἐπὶ τὴν σκηνὴν ἐφόδιον αἰτοῦντες: εἶναι γὰρ αὐτοῖς πρὸς Καίσαρα βαδιστέον, ὅπως ἐκείνου κατηγορήσωσιν.

1 τὸ κάμνειν Bekker, after Coraës: τοῦ κάμνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1926)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: