Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πρὸς δὲ τούτοις ἑλέσθαι πεντεκαίδεκα
πρεσβευτὰς αὐτὸν ἐκ βουλῆς ἐπὶ τὰς κατὰ μέρος
ἡγεμονίας, χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων
καὶ παρὰ τῶν τελωνῶν ὅσα βούλοιτο καὶ
ναῦς διακοσίας, κύριον ὄντα πλήθους καὶ καταλόγου
στρατιᾶς καὶ πληρωμάτων ἐρετικῶν.
ἀναγνωσθέντων δὲ τούτων ὁ μὲν δῆμος ὑπερφυῶς
ἐδέξατο, τῆς δὲ συγκλήτου τοῖς μεγίστοις
καὶ δυνατωτάτοις ἔδοξε μεῖζον μὲν φθόνου, φόβου
δὲ ἄξιον εἶναι τὸ τῆς ἐξουσίας ἀπερίληπτον καὶ ἀόριστον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.