previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τὸν θόρυβον κατέπαυσαν οἱ ὕπατοι καὶ τοῦ Οὐαλλερίου κελεύσαντος ἐκ τῆς οἰκίας Οὐινδίκιος προήχθη, καί γενομένης κατηγορίας ἀνεγνώσθη τὰ γράμματα καί πρὸς οὐδὲν ἐτόλμησαν ἀντειπεῖν οἱ ἄνδρες, ἦν μὲν κατήφεια καί σιωπὴ τῶν ἄλλων, ὀλίγοι δὲ βουλόμενοι τῷ Βρούτῳ χαρίζεσθαι φυγῆς ἐμέμνηντο. καί τι καί Κολλατῖνος αὐτοῖς ἐλπίδος ἐπιεικοῦς ἐνεδίδου δεδακρυμένος καί Οὐαλλέριος σιωπῶν, δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱῶν ἑκάτερον προσειπών, ‘ἄγε, Τίτε,’ εἶπεν, ‘ἄγε, Τιβέριε, τί οὐκ ἀπολογεῖσθε πρὸς τὴν κατηγορίαν;’ [2] ὡς δ᾽ οὐδὲν ἀπεκρίναντο τρὶς ἐρωτηθέντες, οὕτως πρὸς τοὺς ὑπηρέτας ἀποστ ρέψας τὸ πρόσωπον, ‘ὑμέτερον ἤδη,’ εἶπε, ‘τὸ λοιπὸν ἔργον.’ οἱ δὲ εὐθὺς συλλαβόντες τοὺς νεανίσκους περιερρήγνυον τὰ ἱμάτια, τὰς χεῖρας ἀπῆγον ὀπίσω, ῥάβδοις ἔξαινον τὰ σώματα, [3] τῶν μὲν ἄλλων οὐ δυναμένων προσορᾶν οὐδὲ καρτερούντων, ἐκεῖνον δὲ λέγεται μήτε τὰς ὄψεις ἀπαγαγεῖν ἀλλαχόσε μήτε οἴκτῳ τι τρέψαι τῆς περὶ τὸ πρόσωπον ὀργῆς καί βαρύτητος, ἀλλὰ δεινὸν ἐνορᾶν κολαζομένοις τοῖς παισίν ἄχρι οὗ κατατείναντες αὐτοὺς ἐπὶ τοὔδαφος πελέκει τὰς κεφαλὰς ἀπέκοψαν, οὕτω δὲ τοὺς ἄλλους ἐπὶ τῷ συνάρχοντι ποιησάμενος ᾤχετ᾽ ἐξαναστάς, ἔργον εἰργασμένος οὔτ᾽ ἐπαινεῖν βουλομένοις ἀξίως οὔτε ψέγειν ἐφικτόν. [4] γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησε τὴν ψυχήν, πάθους μέγεθος εἰς [p. 516] ἀναλγησίαν. οὐδέτερον δὲ μικρὸν οὐδ᾽ ἀνθρώπινον, ἀλλ᾽ θεῖον θηριῶδες. δίκαιον δὲ τῇ δόξῃ τοῦ ἀνδρὸς τὴν κρίσιν ἕπεσθαι μᾶλλον τὴν ἀρετὴν ἀσθενείᾳ τοῦ κρίνοντος ἀπιστεῖσθαι. Ῥωμαῖοι γὰρ οὐ τοσοῦτον ἔργον οἴονται Ῥωμύλου γενέσθαι τῆς πόλεως τὴν ἵδρυσιν, ὅσον Βρούτου τὴν κτίσιν τῆς πολιτείας καί κατάστασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: