previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καθόλου δ᾽ ἀπείργειν προσήκει τοὺς παῖδας τῆς πρὸς τοὺς πονηροὺς ἀνθρώπους συνουσίας: [p. 28] ἀποφέρονται γάρ τι τῆς τούτων κακίας. τοῦτο δὲ παρήγγειλε καὶ Πυθαγόρας αἰνίγμασιν ἅπερ ἐγὼ παραθεὶς ἐξηγήσομαι: καὶ γὰρ ταῦτα πρὸς ἀρετῆς κτῆσιν συμβάλλεται ῥοπὴν οὐκ ἐλαχίστην. οἷονμὴ γεύεσθαι μελανούρωντουτέστι μὴ συνδιατρίβειν μέλασιν ἀνθρώποις διὰ κακοήθειαν. ‘μὴ ζυγὸν ὑπερβαίνειν; ’ τουτέστιν ὅτι δεῖ τῆς δικαιοσύνης πλεῖστον ποιεῖσθαι λόγον καὶ μὴ ταύτην ὑπερβαίνειν. ‘μὴ ἐπὶ χοίνικος καθίσαιἤτοι φεύγειν ἀργίαν καὶ προνοεῖν ὅπως τὴν ἀναγκαίαν παρασκευάσωμεν 1 τροφήν. ‘μὴ παντὶ ἐμβάλλειν δεξιάνἀντὶ τοῦ προχείρως οὐ δεῖ συναλλάσσειν. ‘μὴ φορεῖν στενὸν δακτύλιον;’ ὅτι δεῖ τὸν βίον ἐπιτηδεύειν ὡς μὴ δεῖν 2 αὐτόν. ‘πῦρ σιδήρῳ μὴ σκαλεύειν;’ ἀντὶ τοῦ θυμούμενον μὴ ἐρεθίζειν: οὐ γὰρ προσῆκεν, ἀλλ᾽ ὑπείκειν τοῖς ὀργιζομένοις. ‘μὴ ἐσθίειν καρδίανἤτοι 3 μὴ βλάπτειν τὴν ψυχὴν ταῖς φροντίσιν αὐτὴν κατατρύχοντα. ‘κυάμων ἀπέχεσθαιὅτι οὐ δεῖ πολιτεύεσθαι: κυαμευταὶ γὰρ ἦσαν ἔμπροσθεν αἱ ψηφοφορίαι δι᾽ ὧν πέρας ἐπετίθεσαν ταῖς ἀρχαῖς. ‘σιτίον εἰς ἀμίδα μὴ ἐμβάλλειν:’ ἐπισημαίνει γὰρ ὅτι εἰς πονηρὰν ψυχὴν ἀστεῖον λόγον ἐμβάλλειν οὐ προσῆκεν: μὲν γὰρ λόγος τροφὴ διανοίας ἐστί, τοῦτον δ᾽ ἀκάθαρτον πονηρία ποιεῖ τῶν ἀνθρώπων. ‘μὴ ἐπιστρέφεσθαι ἐπὶ τοὺς ὅρους ἐλθόντας,’ τουτέστι μέλλοντας ἀποθνήσκειν καὶ τὸν ὅρον τοῦ βίου πλησίον ὄντα ὁρῶντας φέρειν εὐκόλως καὶ μὴ ἀθυμεῖν. ἀνακάμψω δ᾽ ἐπὶ τὴν ἐξ ἀρχῆς [p. 29] τοῦ λόγου ὑπόθεσιν: ἁπάντων γὰρ ὅπερ ἔφην τῶν πονηρῶν ἀνθρώπων ἀπάγειν δεῖ τοὺς παῖδας, μάλιστα δὲ τῶν κολάκων. ὅπερ γὰρ πολλάκις καὶ πρὸς πολλοὺς τῶν πατέρων διατελῶ λέγων, καὶ νῦν ἂν εἴποιμι. γένος οὐδέν ἐστιν ἐξωλέστερον οὐδὲ μᾶλλον καὶ θᾶττον ἐκτραχηλίζον νεότητα τῶν κολάκων, οἳ καὶ τοὺς πατέρας καὶ τοὺς παῖδας προρρίζους ἐκτρίβουσι, τῶν μὲν τὸ γῆρας ἐπίλυπον, τῶν δὲ τὴν νεότητα 4 ποιοῦντες, τῶν δὲ συμβουλευμάτων δέλεαρ ἀφύλακτον προτείνοντες τὴν ἡδονήν. τοῖς παισὶ τῶν πλουσίων οἱ πατέρες νήφειν παραινοῦσιν οἱ δὲ μεθύειν, σωφρονεῖν οἱ δ᾽ ἀσελγαίνειν, φυλάττειν οἱ δὲ δαπανᾶν, φιλεργεῖν οἱ δὲ ῥᾳθυμεῖν, ‘στιγμὴ χρόνου πᾶς ἐστιν βίοςλέγοντες. ‘ζῆν οὐ παραζῆν προσῆκε. τί δὲ φροντιστέον ἡμῖν τῶν τοῦ πατρὸς ἀπειλῶν; κρονόληρος καὶ σοροδαίμων ἐστί, καὶ μετέωρον αὐτὸν ἀράμενοι τὴν ταχίστην ἐξοίσομεν.’ καθῆκε δέ τις καὶ χαμαιτύπην καὶ προηγώγευσε γαμετήν; καὶ τὰ τῶν πατέρων ἐφόδια τοῦ γήρως ἐσύλησε καὶ περιέκοψε. μιαρὸν τὸ φῦλον, ὑποκριταὶ φιλίας, ἄγευστοι παρρησίας, πλουσίων μὲν κόλακες πενήτων δ᾽ ὑπερόπται, ὡς ἐκ λυρικῆς 5 τέχνης ἐπὶ τοὺς: νέους ἀγόμενοι, σεσηρότες ὅθ᾽ οἱ τρέφοντες γελῶσι, καὶ ψυχῆς 6 ὑποβολιμαῖα καὶ νόθα μέρη βίου, πρὸς δὲ τὸ τῶν πλουσίων νεῦμα ζῶντες, τῇ τύχῃ μὲν ἐλεύθεροι, τῇ προαιρέσει δὲ δοῦλοι: ὅταν δὲ μὴ ὑβρίζωνται, τόθ᾽ ὑβρίζεσθαι δοκοῦντες, ὅτι [p. 30] μάτην παρατρέφονται. ὥστ᾽ εἴ τῳ μέλει τῶν, πατέρων τῆς τῶν τέκνων εὐαγωγίας, ἐκδιωκτέον τὰ μιαρὰ ταῦτα θρέμματα, ἐκδιωκτέον δ᾽ οὐχ ἥκιστα καὶ τάς τῶν συμφοιτητῶν μοχθηρίας: καὶ γάρ οὗτοι τὰς ἐπιεικεστάτας φύσεις ἱκανοὶ διαφθείρειν εἰσί.

1 corr. H: παρασκευάσωμεν

2 ὡς μὴ δεῖν scripsi: καὶ μὴ δεῖν προσάπτειν

3 ἤτοι add. H ex Mantissa Provv. apid Leutschium vol. 2 p. 76-

4 ϝεότητα] add. ἐπονείδιστον Schneiderus

5 scribendum vid λυτικῆς. Noti sunt praeceptores λυτικοί

6 καὶ ψυχῆς] καὶ ψευδῆ καὶ?

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William W. Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: