Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὐσίης συντήρησιν ὑγιεινότατα εἶναι’ καὶ γὰρ ἡ περὶ τὰς συνουσίας ἀκρασία τῷ μάλιστα τὴν δύναμιν ἐκλύειν ὑφ᾽ ἧς ἡ τροφὴ διαπονεῖται, πλέον περίττωμα ποιεῖ καὶ πλῆθος.
αὖθις οὖν ἀναλαβόντες ἐξ ἀρχῆς περὶ [p. 318] ἑκάστου, πρῶτον δὲ περὶ γυμνασίων φιλολόγοις ἁρμοζόντων λέγομεν 1 ὅτι ὥσπερ ὁ φήσας μηδὲν γράφειν παραθαλασσίοις περὶ ὀδόντων 2 ἐδίδαξε τὴν χρείαν, οὕτω καὶ φιλολόγοις φαίη τις ἂν μὴ 3 γράφειν περὶ γυμνασίων. ἡ γὰρ καθ᾽ ἡμέραν τοῦ λόγου χρεία διὰ φωνῆς περαινομένη θαυμαστὸν οἷόν ἐστι γυμνάσιον οὐ μόνον πρὸς ὑγίειαν ἀλλὰ καὶ πρὸς ἰσχύν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.