previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χαλδαῖοι δὲ τῶν πλανήτων 1 οὓς 2 θεοὺς γενεθλίους 3 καλοῦσι, δύο μὲν ἀγαθουργούς δύο δὲ κακοποιούς, μέσους δὲ τοὺς τρεῖς ἀποφαίνουσι καὶ κοινούς:. τὰ δ᾽ Ἑλλήνων πᾶσί που δῆλα, τὴν μὲν ἀγαθὴν Διὸς Ὀλυμπίου μερίδα, τὴν δ᾽ ἀποτρόπαιον 4 Ἅιδου ποιουμένων. ἐκ δ᾽ Ἀφροδίτης; καὶ Ἄρεος 5 Ἁρμονίαν γεγονέναι μυθολογοῦνται: 6 ὧν μὲν ἀπηνὴς καὶ φιλόνεικος, δὲ μειλίχιος καὶ γενέθλιος. σκόπει δὲ τοὺς φιλοσόφους τούτοις συμφερομένους. Ἡράκλειτος 7 μὲν γὰρ ἄντικρυςπόλεμονὀνομάζειπατέρα καὶ βασιλέα καὶ κύριον πάντων,’ καὶ τὸν μὲν Ὅμηρον 8 εὐχόμενονἔκ τε θεῶν ἔριν ἔκ τ᾽ ἀνθρώπων ἀπολέσθαι’ ‘λανθάνεινφησὶτῇ πάντων γενέσει καταρώμενον, ἐκ μάχης καὶ ἀντιπαθείας τὴν γένεσιν ἐχόντων, ἣλιον δὲ μὴ ὑπερβήσεσθαι τοὺς προσήκοντας ὅρους: εἰ δὲ [p. 522] μή, Λύττας 9 μιν Δίκης ἐπικούρους ἐξευρήσεινἘμπεδοκλῆς 10 δὲ τὴν μὲν ἀγαθουργὸν ἀρχὴνφιλότητακαὶφιλίανπολλάκις δ᾽ἁρμονίανκαλεῖθεμερῶπιν,’ 11 τὴν δὲ χείρονανεῖκος οὐλόμενονκαὶδῆριν αἱματόεσσανοἱ μὲν 12 Πυθαγορικοὶ 13 διὰ πλειόνων ὀνομάτων κατηγοροῦσι τοῦ μὲν ἀγαθοῦ τὸ ἓν τὸ πεπερασμένον τὸ μένον τὸ εὐθὺ τὸ περισσὸν τὸ τετράγωνον τὸ ἴσον 14 τὸ δεξιὸν τὸ λαμπρόν: τοῦ δὲ κακοῦ τὴν δυάδα τὸ ἄπειρον τὸ φερόμενον τὸ καμπύλον τὸ ἄρτιον τὸ ἑτερόμηκες τὸ ἄνισον τὸ ἀριστερὸν τὸ σκοτεινόν, ὡς τοιαύτας 15 ἀρχὰς γενέσεως ὑποκειμένας. Ἀναξαγόρας δὲ νοῦν καὶ ἄπειρον. Ἀριστοτέλης: 16 δὲ τὸ μὲν εἶδος τὸ δὲ στέρησιν. Πλάτων 17 δὲ πολλαχοῦ μὲν οἷον ἐπηλυγαζόμενος 18 καὶ παρακαλυπτόμενος, τῶν ἐναντίων ἀρχῶν τὴν μὲν ταὐτὸν ὀνομάζει, τὴν δὲ θάτερον ἐν δὲ τοῖς Νόμοις 19 ἤδη πρεσβύτερος ὢν οὐ δι᾽ αἰνιγμῶν οὐδὲ συμβολικῶς, ἀλλὰ κυρίοις ὀνόμασιν οὐ μιᾷ ψυχῇ φησι κινεῖσθαι τὸν κόσμον, ἀλλὰ πλείοσιν ἴσως, δυεῖν δὲ πάντως οὐκ ἐλάττοσιν: ὧν 20 τὴν μὲν ἀγαθουργὸν εἶναι, τὴν δ᾽ ἐναντίαν ταύτῃ καὶ τῶν ἐναντίων δημιουργόν: ἀπολείπει δὲ καὶ τρίτην τινὰ μεταξὺ φύσιν οὐκ ἄψυχον οὐδ᾽ ἄλογον οὐδ᾽ ἀκίνητον ἐξ αὑτῆς, ὥσπερ ἔνιοι [p. 523] νομίζουσιν , ἀλλ᾽ ἀνακειμένην ἀμφοῖν ἐκείναις, ἐφιεμένην δὲ τῆς ἀμείνονος ἀεὶ καὶ ποθοῦσαν καὶ διώκουσαν, ὡς τὰ ἐπιόντα δηλώσει τοῦ λόγου, τὴν Αἰγυπτίων θεολογίαν μάλιστα ταύτῃ τῇ φιλοσοφίᾳ συνοικειοῦντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: