previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τοῦ Κλεομβρότου διελθόντος, Ἡρακλέωνοὐδεὶς μένἔφητῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν : αὐτοὶ δὲ παραφυλάττωμεν αὑτούς, Φίλιππε, μὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας τῷ λόγῳ διδόντες.’ ‘εὖ λέγεις Φίλιππος εἶπενἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν ὑπὸ Κλεομβρότου τιθεμένωνκαὶ Ἡρακλέωντὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοιςεἶπεμὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς [p. 92] δαίμοσι τούτοις μονονουχὶ δράγδην 1 λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.’ ἠρώτησεν οὖν Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη καὶ ὁπόθεν νεανίας: πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλινοὐδ᾽ αὐτούς ἡμᾶς 2ἔφη λανθάνομεν, ‘ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες: ἀλλ᾽ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας δίδως ἀφαιρούμενος: ὁμολογεῖς γὰρ εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας φυλάττεις: τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατ᾽ οὐσίαν τὸ ἄφθαρτον καὶ κατ᾽ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: