Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ νομιζόμενα
περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν
πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα
φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν,
ὡς πρῶτον διέφυγε 1 τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν
καὶ ἀκοῦσαι.’
‘ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον,
εἶτ᾽ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον, οὐ
μάλα συμφρονῶν ἐναργῶς εἴτ᾽ ἐγρήγορεν εἴτ᾽ ὠνειροπόλει 2 πλὴν δόξαι
γε, τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης, τὰς ῥαφὰς διαστάσας
μεθιέναι τὴν ψυχήν. ὡς δ᾽ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ
καθαρὸν ἀσμένη,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.