previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλκιππος τὸ μὲν γένος Λακεδαιμόνιος ἦν: γήμας δὲ Δαμοκρίταν πατὴρ θυγατέρων γίνεται δύο: [p. 472] συμβουλεύων τε τῇ πόλει κράτιστα 1 τε καὶ πράττων ὅτου δέοιντο Λακεδαιμόνιοι, ἐφθονήθη ὑπὸ τῶν ἀντιπολιτευομένων, οἳ τοὺς ἐφόρους ψευδέσι λόγοις παραγαγόντες, ὡς τοῦ Ἀλκίππου βουλομένου τοὺς νόμους καταλῦσαι, φυγῇ περιέβαλον τὸν ἄνδρα. καὶ μὲν ὑπεξῆλθε τῆς Σπάρτης, Δαμοκρίταν δὲ τὴν γυναῖκα μετὰ τῶν θυγατέρων βουλομένην ἕπεσθαι τἀνδρὶ ἐκώλυον, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ ἐδήμευσαν, ἵνα μὴ εὐπορῶσι προικὸς αἱ παρθένοι. ἐπεὶ δὲ καὶ ὣς ἐμνηστεύοντό τινες τὰς παῖδας διὰ τὴν τοῦ πατρὸς ἀρετήν, ἐκώλυσαν οἱ ἐχθροὶ διὰ ψηφίσματος μνηστεύεσθαί τινας τὰς κόρας, λέγοντες ὡς μήτηρ αὐτῶν Δαμοκρίτα πολλάκις εὔξατο τὰς θυγατέρας ταχέως γεννῆσαι παῖδας τιμωροὺς τῷ πατρὶ γενησομένους. πανταχόθεν δ᾽ Δαμοκρίτα περιελαυνομένη ἐτήρησέ τινα πάνδημον ἑορτήν, ἐν γυναῖκες; ἅμα παρθένοις καὶ οἰκείοις καὶ νηπίοις ἑώρταζον, αἱ δὲ τῶν ἐν τέλει καθ᾽ ἑαυτὰς ἐν ἀνδρῶνι μεγάλῳ διεπαννύχιζον ξίφος τε ὑποζωσαμένη καὶ τὰς κόρας λαβοῦσα νυκτὸς ἦλθεν εἰς τὸ ἱερὸν καιρὸν παραφυλάξασα, ἐν πᾶσαι τὸ μυστήριον ἐπετέλουν ἐν τῷ ἀνδρῶνι καὶ κεκλεισμένων τῶν εἰσόδων, ξύλα ταῖς θύραις πολλὰ προσνήσασα ταῦτα δ᾽ ἦν εἰς τὴν τῆς ἑορτῆς θυσίαν ὑπ᾽ ἐκείνων παρεσκευασμένα, πῦρ ἐνῆκε. συνθεόντων δὲ τῶν ἀνδρῶν ἐπὶ τὴν βοήθειαν, Δαμοκρίτα τὰς θυγατέρας ἀπέσφαξε καὶ ἐπ᾽ ἐκείναις ἑαυτήν. [p. 473] οὐκ ἔχοντες δ᾽ οἱ Λακεδαιμόνιοι, ὅπη τὸν θυμὸν ἀπερείσωνται 2, ἐκτὸς ὅρων ἔρριψαν τῆς τε Δαμοκρίτας καὶ τῶν θυγατέρων τὰ σώματα. ἐφ᾽ μηνίσαντος τοῦ θεοῦ τὸν μέγαν ἱστοροῦσι Λακεδαιμονίοις σεισμὸν ἐπιγενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Harold North Fowler, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: