Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μεγάλαις τὴν ἀρίστην πολιτείαν ἀνέτρεψαν. ἔχεις δὲ δήπου καὶ αὐτὸς οἰκεῖα παραδείγματα, τὴν Παρδάλα 1 πρὸς Τυρρηνὸν ἔχθραν, ὡς ὀλίγον 2 ἐδέησεν ἀνελεῖν τὰς Σάρδεις, ἐξ αἰτιῶν μικρῶν καὶ ἰδίων εἰς ἀπόστασιν 3 καὶ πόλεμον ἐμβαλοῦσα. διὸ χρὴ μὴ καταφρονεῖν τὸν πολιτικὸν ὥσπερ ἐν σώματι προσκρουμάτων 4 διαδρομὰς ὀξείας ἐχόντων, ἀλλ᾽ ἐπιλαμβάνεσθαι καὶ πιέζειν καὶ βοηθεῖν: προσοχῇ γάρ, ὥς φησιν ὁ Κάτων, καὶ τὸ μέγα γίγνεται μικρὸν καὶ τὸ μικρὸν εἰς τὸ μηδὲν ἄγεται. μηχανὴ δ᾽ ἐπὶ ταῦτα πειθοῦς οὐκ ἔστι μείζων ἢ τὸ παρέχειν ἑαυτὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.