Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγεται δὲ καὶ κελητίσαι ἔτι παῖς ὤν: ἀνάκειται γὰρ ἐν ἀκροπόλει χαλκοῦς ἐν τῇ σφαιρίστρᾳ τῶν Ἀρρηφόρων κελητίζων ἔτι παῖς ὤν, ὡς εἶπόν τινες. δύο δ᾽ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δ᾽ υἱὸν πέμψας Ἀφαρέα ἐνίκησε: δεύτερος δὲ Λυσιμάχου αὐτὸν προκαλεσαμένου περὶ τριηραρχίας εἰς ἀντίδοσιν ἡττηθεὶς δὲ τὴν τριηραρχίαν ὑπέστη. ἦν δ᾽ αὐτοῦ καὶ γραπτὴ εἰκὼν ἐν τῷ Πομπείῳ. ὁ δ᾽ [p. 166] Ἀφαρεὺς συνέγραψε μὲν λόγους οὐ πολλοὺς δέ, δικανικούς τε καὶ συμβουλευτικούς: ἐποίησε δὲ καὶ τραγῳδίας περὶ ἑπτὰ καὶ τριάκοντα, ὧν ἀντιλέγονται
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.