previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ βρέφος ἐν τῇ γαστρὶ φύσει τρέφεσθαι νομίζει καθάπερ φυτόν: ὅταν δὲ τεχθῇ, ψυχόμενον ὑπὸ τοῦ ἀέρος καὶ στομούμενον τὸ πνεῦμα μεταβάλλειν καὶ γίγνεσθαι ζῷον: ὅθεν οὐκ ἀπὸ τρόπου τὴν ψυχὴν ὠνομάσθαι παρὰ τὴν ψῦξιναὐτὸς δὲ πάλιν τὴν ψυχὴν ἀραιότερον πνεῦμα τῆς φύσεως καὶ λεπτομερέστερον ἡγεῖται μαχόμενος ἑαυτῷ. πῶς γὰρ οἷόν τε λεπτομερὲς ἐκ παχυμεροῦς καὶ ἀραιὸν γενέσθαι κατὰ περίψυξιν καὶ πύκνωσιν; δὲ μεῖζόν ἐστι, πῶς περιψύξει γίγνεσθαι τὸ ἔμψυχον ἀποφαινόμενος ἔμψυχον ἡγεῖται τὸν ἥλιον, πύρινον ὄντα καὶ γεγενημένον ἐκ τῆς ἀναθυμιάσεως εἰς πῦρ [p. 268] μεταβαλούσης; λέγει γὰρ ἐν τῷ πρώτῳ περὶ Φύσεως δὲ πυρὸς μεταβολή ἐστι τοιαύτη: δι᾽ ἀέρος εἰς ὕδωρ τρέπεται: κἀκ τούτου, γῆς ὑφισταμένης, ἀὴρ ἀναθυμιᾶται: λεπτυνομένου δὲ τοῦ ἀέρος, αἰθὴρ περιχεῖται κύκλῳ, οἱ δ᾽ ἀστέρες ἐκ θαλάσσης μετὰ τοῦ ἡλίου ἀνάπτονταιτί οὖν ἀνάψει περιψύξεως ἐναντιώτερον διαχύσει πυκνώσεως; τὰ μὲν ὕδωρ καὶ γῆν ἐκ πυρὸς καὶ ἀέρος ποιεῖ, τὰ δ᾽ εἰς πῦρ καὶ ἀέρα τρέπει τὸ ὑγρὸν καὶ γεῶδες. ἀλλ᾽ ὅμως ὅπου μὲν τὴν ἄναψιν ὅπου δὲ τὴν περίψυξιν ἀρχὴν ἐμψυχίας ποιεῖ. καὶ μὴν ὅταν ἐκπύρωσις γένηται, διόλου ζῆν καὶ ζῷον τὸν κόσμον εἶναί φησι σβεννύμενον δ᾽ αὖθις καὶ παχυνόμενον εἰς ὕδωρ καὶ γῆν καὶ τὸ σωματοειδὲς τρέπεσθαι. λέγει δ᾽ ἐν τῷ πρώτῳ περὶ Προνοίαςδιόλου μὲν γὰρ ὢν κόσμος πυρώδης εὐθὺς καὶ ψυχή ἐστιν ἑαυτοῦ καὶ ἡγεμονικόν ὅτε δὲ μεταβαλὼν εἴς τὸ ὑγρὸν καὶ τὴν ἐναπολειφθεῖσαν ψυχὴν τρόπον τινὰ εἰς σῶμα καὶ ψυχὴν μετέβαλεν ὥστε συνεστάναι ἐκ τούτων, ἄλλον τινὰ ἔσχε λόγονἐνταῦθα δήπου σαφῶς τῇ μὲν ἐκπυρώσει καὶ τὰ ἄψυχα τοῦ κόσμου φησὶν εἰς τὸ ἔμψυχον τρέπεσθαι: τῇ δὲ σβέσει πάλιν καὶ τὴν ψυχὴν ἀνίεσθαι καὶ ἀνυγραίνεσθαι, μεταβάλλουσαν εἰς τὸ σωματοειδές. ἄτοπος οὖν φαίνεται τῇ περιψύξει νῦν μὲν ἐξ ἀναισθήτων ποιῶν ἔμψυχα, νῦν [p. 269] δ᾽ εἰς ἀναίσθητα καὶ ἄψυχα μεταβάλλων τὸ πλεῖστον μέρος τῆς τοῦ κόσμου ψυχῆς. ἄνευ δὲ τούτων περὶ ψυχῆς γενέσεως αὐτῷ λόγος μαχομένην ἔχει πρὸς τὸ δόγμα τὴν ἀπόδειξιν. ‘γίγνεσθαι μὲν γάρ φησι τὴν ψυχήν, ὅταν τὸ βρέφος ἀποτεχθῇ, καθάπερ στομώσει τῇ περιψύξει τοῦ πνεύματος μεταβαλόντος:’ ἀποδείξει δὲ χρῆταιτοῦ γεγονέναι τὴν ψυχὴν καὶ μεταγενεστέραν εἶναι μάλιστα τῷ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐξομοιοῦσθαι τὰ τέκνα τοῖς γονεῦσι.’ βλέπεται δ᾽ τούτων ἐναντίωσις: οὐ γὰρ οἷόν τε τὴν ψυχὴν πρὸ τῆς ἀποκυήσεως ἠθοποιεῖσθαι, γιγνομένην μετὰ τὴν ἀποκύησιν συμβήσεται, πρὶν γενέσθαι ψυχήν, ὁμοίαν εἶναι ψυχῇ, τουτέστι καὶ εἶναι τῇ ὁμοιότητι καὶ μὴ εἶναι διὰ τὸ μήπω γεγονέναι. εἰ δὲ φήσει τις ὅτι, ταῖς κράσεσι τῶν σωμάτων ἐγγιγνομένης τῆς ὁμοιότητος, αἱ ψυχαὶ γενόμεναι μεταβάλλουσι, διαφθείρει τὸ τεκμήριον τοῦ γεγονέναι τὴν ψυχήν: ἐνδέχεται γὰρ οὕτω καὶ ἀγένητον οὖσαν, ὅταν ἐπεισέλθῃ, μεταβάλλειν τῇ κράσει τῆς ὁμοιότητος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: