previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καίτοι τῆς γε δόξης καὶ τοῦ εἶναι φύσιν εὐσεβῶν χῶρον
τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω,
φοινικορόδοις ἐνὶ λειμώνεσσι,
καὶ τοῖσιν ἀκάρπων μὲν ἀνθηρῶν
καὶ σκυθίων δένδρων ἄνθεσι τεθηλὸς
ἀναπέπταται πεδίον
[p. 486] καὶ ποταμοί τινες ἄκλυστοι καὶ λεῖοι διαρρέουσι, καὶ διατριβὰς ἔχουσιν ἐν μνήμαις καὶ λόγοις τῶν γεγονότων καὶ ὄντων παραπέμποντες αὑτοὺς καὶ συνόντες. δὲ τρίτη τῶν ἀνοσίως βεβιωκότων καὶ παρανόμως ὁδός ἐστιν, εἰς ἔρεβός τι καὶ βάραθρον ὠθοῦσα τὰς ψυχὰς
ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον
βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοί
δεχόμενοι καὶ ἀποκρύπτοντες ἀγνοίᾳ καὶ λήθῃ τοὺς κολαζομένους. οὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ: κατακέκαυται γὰρ κατασέσηπεν οὔτε βαρῶν τινων ἀχθοφορίαι θλίβουσι καὶ καταπονοῦσι τὰ σώματα τῶν κολαζομένων
οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.
οὐδ᾽ ἔστιν ὑπόλειμμα σώματος τοῖς τεθνηκόσι τιμωρίας ἀπέρεισιν ἀντιτύπου δέξασθαι δυνάμενον: ἀλλ᾽ ἓν κολαστήριον ὡς ἀληθῶς τῶν κακῶς βιωσάντων, ἀδοξία καὶ ἄγνοια καὶ παντελῶς ἀφανισμός, ὃς αἴρων εἰς τὸν ἀμειδῆ ποταμὸν ἀπὸ τῆς Λήθης καταποντίζει εἰς ἄβυσσον καὶ ἀχανὲς πέλαγος, ἀχρηστίαν καὶ ἀπραξίαν καὶ πᾶσάν ἄγνοιαν καὶ ἀδοξίαν συνεφελκόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: