Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
βούλομαι δὲ ἔνια παραθέσθαι τῶν εὐστόχως
τε ἅμα καὶ ἀστείως ὑπ᾽ αὐτοῦ λελεγμένων
ἄρξασθαι δὲ ἀπὸ Φαβωρίνου καλὸν καὶ ὧν πρὸς ἐκεῖνον εἶπεν. ἐπεὶ γὰρ ὁ Φαβωρῖνος ἀκούσας τινὸς ὡς ἐν γέλωτι ποιοῖτο τὰς ὁμιλίας αὐτοῦ καὶ μάλιστα τῶν ἐν αὐταῖς μελῶν τὸ ἐπικεκλασμένον σφόδρα ὡς ἀγεννὲς καὶ γυναικεῖον καὶ φιλοσοφίᾳ
ἥκιστα πρέπον, προσελθὼν ἠρώτα τὸν
Δημώνακτα, τίς ὢν χλευάζοι τὰ αὐτοῦ: ἄνθρωπος,
[p. 152] ἔφη, οὐκ εὐαπάτητα ἔχων τὰ ὦτα. ἐγκειμένου δὲ τοῦ σοφιστοῦ καὶ ἐρωτῶντος, τίνα δὲ καὶ ἐφόδια ἔχων, ὦ Δημῶναξ,. ἐκ παιδείας εἰς φιλοσοφίαν
ἥκεις; ὄρχεις, ἔφη.
ἄλλοτε δέ ποτε ὁ αὐτὸς προσελθὼν ἠρώτα τὸν Δημώνακτα,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.