previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] οὐδαμῶς, ἀλλ᾽ Μοῖρα δι᾽ ἡμῶν ἕκαστα ἐπιτελεῖ.

Κυνίσκος
μανθάνω: ὑπηρέται καὶ διάκονοί τινες τῶν Μοιρῶν εἶναί φατε. πλὴν ἀλλὰ καὶ οὕτως ἐκεῖναι ἂν εἶεν αἱ προνοοῦσαι, ὑμεῖς δὲ ὥσπερ σκεύη τινὰ καὶ ἐργαλεῖά ἐστε αὐτῶν.

Ζεύς
πῶς λέγεις;

Κυνίσκος
ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην, οὐδεὶς δ᾽ ἂν εἴποι ὡς ταῦτα τεχνίτης ἐστίν, οὐδ᾽ ναῦς ἔργον τοῦ σκεπάρνου τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ: ἀνάλογον τοίνυν μὲν ναυπηγουμένη ἕκαστα Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν Μοιρῶν: καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρ᾽ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δ᾽ ἐφ᾽ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραίροντες: οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον οὐ γὰρ οἶμαι δυνατὸν εἶναι οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου: γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτ᾽ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς Κλωθοῦς τὸ ἔργον. [p. 76]

Ζεύς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: