This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
ἔχ᾽ ἀτρέμας. συνίημι γὰρ ἤδη πάνυ σαφῶς
ἥντινα καὶ λέγεις τὴν γυναῖκα, τούτοις τε αὐτοῖς γνωρίσας καὶ τῇ πατρίδι. καὶ εὐνούχους δέ τινας
ἕπεσθαι αὐτῇ ἔφης.
Λυκῖνος
νὴ Δία, καὶ στρατιώτας τινάς. Πολύστρατος
τὴν βασιλεῖ συνοῦσαν, ὦ μακάριε, τὴν ἀοίδιμον ταύτην λέγεις. Λυκῖνος
τί δέ ἐστιν αὐτῇ τοὔνομα; Πολύστρατος
πάνυ καὶ τοῦτο γλαφυρόν, ὦ Λυκῖνε, καὶ ἐπέραστον ὁμώνυμος γάρ ἐστιν τῇ τοῦ Ἀβραδάτα ἐκείνῃ τῇ καλῇ: οἶσθα πολλάκις ἀκούσας Ξενοφῶντος ἐπαινοῦντός τινα σώφρονα καὶ καλὴν γυναῖκα. Λυκῖνος
νὴ Δία, καὶ ὥσπερ γε ὁρῶν αὐτὴν οὕτω διατέθειμαι, ὁπόταν κατ᾽ ἐκεῖνό που ἀναγιγνώσκων [p. 276] γένωμαι, καὶ μονονουχὶ καὶ ἀκούω λεγούσης αὐτῆς ἃ πεποίηται λέγουσα, καὶ ὡς ὥπλιζε τὸν ἄνδρα καὶ οἵα ἦν παραπέμπουσα αὐτὸν ἐπὶ τὴν μάχην. Πολύστρατος

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.