previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης
πλάζονται: τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ
τέρπονται: τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα
ἀθανάτων σήμηνε: τί γὰρ μερόπεσσιν ἀνυστὸν
5νόσφι θεῶν; οὐδ᾽ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,
οὐδ᾽ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα:
ἀλλ᾽ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,
τηλόθεν ἐγγὺς ἐόντες: ἀναγκαίη δ᾽ ἀτίνακτος
πείθεσθαι: τὴν δ᾽ οὔτι τέλει σθένος οὐδέ τις ἀλκὴ
10τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα
ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν:
ἀλλ᾽ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη
κλίνουσ᾽, κ᾽ ἐθέλωσιν, δ᾽ ἕσπεται ὅστε σαόφρων,
πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.
15κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν
δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.
ἄλλος δ᾽ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων
ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.
Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης [p. 284]
20πυρῶν τ᾽ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.
δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,
φάρεά τ᾽ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ
Παλλὰς ἐπιχθονίους ἐδιδάξατο: δῶρα δ᾽ Ἄρηος
φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες
25καὶ κόρυθες καὶ δοῦρα καὶ οἶς ἐπιτέρπετ᾽ Ἐνυώ.
δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.
Ἑρμείης δ᾽ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους
ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.
καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης
30πληθύν θ᾽ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι
ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας
γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι
πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,
ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,
35εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι,
εἴτ᾽ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτ᾽ ἄρα Φόρκυν
βέλτερον, εἴτε τιν᾽ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.
ἀλλ᾽ οἱ μὲν μάλα πάντες, ὅσοι τ᾽ Οὔλυμπον ἔχουσι
δαίμονες οἵ τε θάλασσαν ὅσοι τ᾽ ἐΰδωρον ἄρουραν
40ἠέρα τ᾽ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν
σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ
καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς.


ἰχθύσι δ᾽ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,
οὐ φιλότης: πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι
45δυσμενέες πλώουσιν: δὲ κρατερώτερος αἰεὶ
δαίνυτ᾽ ἀφαυροτέρους, ἄλλῳ δ᾽ ἐπινήχεται ἄλλος [p. 286]
πότμον ἄγων, ἕτερος δ᾽ ἑτέρῳ πόρσυνεν ἐδωδήν.
οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται
χειροτέρους: τοῖς δ᾽ ἰὸν ἔχει στόμα: τοῖσι δ᾽ ἄκανθαι
50τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,
πικραί τ᾽ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.
ὅσσοις δ᾽ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον
θήγεται ἐκ μελέων, τοῖς δ᾽ ἐκ φρενὸς ὅπλον ἔφυσε
βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι
55πολλάκι καὶ κρατερόν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.


οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς
ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.
μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶσ᾽ ἀμενηνὴ
νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης
60νηχομένην ὁράαν: μάλα γὰρ δύσφραστα κέλευθα
εἱλεῖται πολιοῖο δι᾽ ὕδατος ἑρπύζουσα:
ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή:
κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν
ἀμφίδυμοι: τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,
65αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα
πήγνυται, οὐδ᾽ ἔτι γυῖα φέρειν δύνατ᾽, ἀλλά οἱ ἀλκὴ
ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ.
δ᾽ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,
ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι:
70κεῖται δ᾽ ἀστεμφὴς οἵη νέκυς: ὃς δέ κεν ἰχθὺς [p. 288]
ἐγχρίμψῃ λαγόνεσσιν, μὲν λύτο, κάππεσε δ᾽ αὕτως
ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίῃσι πεδηθείς:
δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,
γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.
75πολλάκι καὶ κατὰ λαῖτμα μετ᾽ ἰχθύσιν ἀντιάσασα
νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν
ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν:
ἔσταν δ᾽ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων
δύσμοροι οὔτε φυγῆς μεμνημένοι: δὲ μένουσα
80οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδ᾽ ἀΐοντας.
οἷον δ᾽ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων
ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι
θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο
ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,
85τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.


Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς, [p. 290]
αἴσχιστος δ᾽ ἰδέειν: στόμα δ᾽ οἴγεται εὐρὺ μάλιστα:
ἀλλ᾽ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν.
αὐτὸς μὲν πηλοῖο κατ᾽ εὐρώεντος ἐλυσθεὶς
90κέκλιται ἀτρεμέων, ὀλίγην δ᾽ ἀνὰ σάρκα τιταίνει,
ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε
λεπτή τ᾽ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή:
τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν:
οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.
95αὐτὰρ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,
ἦκα μάλ᾽ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δ᾽ ἐφέπονται
οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι
βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες.
ὡς δ᾽ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,
100πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,
ἄλλους δ᾽ ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην:
τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς,
εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος
ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν:
105ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας
βάτραχος, οὐδ᾽ ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον.
τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι
κερδώ: ὅτ᾽ οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται,
δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,
110ὄμματ᾽ ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει:
φαίης κ᾽ εἰσορόων μιν βαθὺν ὕπνον ἰαύειν,
ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν: ὧδε γὰρ ἄπνους
αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται:
οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἴενται
115ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,
ἠΰτε κερτομέοντες: ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων [p. 292]
ἔλθωσιν, τότ᾽ ἔπειτα δόλου πετάσασα θύρετρα,
ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα
ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.


120καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην
σηπίη: ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ
ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ
ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,
πρηνὴς ἐν ψαμάθοισιν ὑπ᾽ ὀστράκῳ εἰλυθεῖσα.
125κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει
χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς
πείσματ᾽ ἐπ᾽ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.


Καρῖδες δ᾽ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ
γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,
130λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν.
οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι
καρίδων, ταῖς δ᾽ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,
ὀλλύμεναι δ᾽ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.
εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων, [p. 294]
135αἵδε θαμᾶ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην
ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης
ἐκ κεφαλῆς: λάβραξ δὲ φίλης κεκορημένος ἄγρης
νύγματος οὐκ ἀλέγει: τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,
εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων:
140ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ.


ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,
εὐρύτατος πάντεσσι μετ᾽ ἰχθύσιν: γάρ οἱ εὖρος
πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τ᾽ ἐτύχθη:
οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,
145μαλθακόν: ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες
βαιοί τ᾽ οὐ κρατεροί τε: βίῃ δέ κεν οὔτι δαμάσσαι,
ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας:
δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δ᾽ αὐτῷ
ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.
150εὖτέ τιν᾽ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα
ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης
μέμβλεται, αὐτὰρ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς
νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,
ἄτροπος ἀμφιταθείς, σὺν δ᾽ ἔρχεται, κεν ἴῃσι
155δειλὸς ἀνήρ, μίμνοντι δ᾽ ἐφίσταται ἠΰτε πῶμα.
ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν
ἔστησεν: τὸν δ᾽ οὔτι πάγης λόχον ὁρμαίνοντα [p. 296]
γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε
κοῖλον ἐπεσμαράγησεν, δ᾽ οὐκέτι πολλὰ μενοινῶν
160ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα κοῦρος
μάρψῃ τε κτείνῃ τε, γέλων δ᾽ ἐπιθήσεται ἄγρῃ:
ὣς γ᾽ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς
πέπτατ᾽ ἐρητύων ἀναδύμεναι, εἰσόκ᾽ ἀϋτμὴ
φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν:
165ἔνθα τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς
δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.


καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας
καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης
κερδαλέης: καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων
170ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.
ὄστρεα μὲν κλη̈̂δας ἀναπτύξαντα θυρέτρων
ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα
πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι:
καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας
175λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς,
λάθρη δ᾽ ἐμπελάει, μέσσῳ δ᾽ ἐνεθήκατο λᾶαν
ὀστρέῳ: ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει
δαῖτα φίλην: τὸ δ᾽ ἄρ᾽ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι
ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλ᾽ ὑπ᾽ ἀνάγκης
180οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.


τῷ δ᾽ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες [p. 298]
εἰνάλιοι: καὶ τοῖς γὰρ ἐπ᾽ ὄστρεα μῆτις ὀπηδεῖ:
ἀλλ᾽ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδ᾽ ἐπίκουρον
κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι
185πεπταμένοις: τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.


ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ ἰχθὺς
πίννη ναιετάει κεκλημένος: μὲν ἄναλκις
οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,
ἀλλ᾽ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην
190καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει:
τῷ καὶ πιννοφύλαξ κικλήσκεται: ἀλλ᾽ ὅτε κόχλου
ἰχθὺς ἔνδον ἵκηται, δ᾽ οὐ φρονέουσαν ἀμύξας
δήγματι κερδαλέῳ πίννην ἕλεν: δ᾽ ὀδύνῃσιν
ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην
195αὑτῇ τ᾽ ἠδ᾽ ἑτάρῳ, ξυνόν θ᾽ ἅμα δεῖπνον ἕλοντο. [p. 300]
ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι
τοὶ μὲν κερδαλέοι, τοὶ δ᾽ ἄφρονες, οἷα καὶ ἡμῖν
ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.


φράζεο δ᾽ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην
200ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.
τοῦ δ᾽ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν
ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν:
αἰεὶ δ᾽ ἐν ψαμάθοισι πανημέριος τετάνυσται
εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδ᾽ ἀλάληται:
205τοὔνεκα κέκληται καὶ νυκτερίς: ἀλλά μιν ἄτη
γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν: οὐ γὰρ ἐδωδῆς
κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλ᾽ ἀτέλεστον
λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει:
οὐδέ ποτ᾽ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,
210εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη,
αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος
πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.
σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω: [p. 302]
εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο
215χειρὶ βορὴν ὀρέγων, δὲ δέξεται, εἰσόκεν αὐτοῦ
λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.
κλῦτε, γοναὶ μερόπων, οἶον τέλος ἀφραδίῃσι
λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ:
τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι
220καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς:
μηδ᾽ ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις:
πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἶσι λέλυνται
ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας:
ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.


225ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις,
οἴ τ᾽ ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλας
ὀρνυμένας, νώτοισι δ᾽ ἀνοχλίζουσιν ἕκαστος
λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρῃσιν ἀκάνθαις
ῥηϊδίως φορέοιεν, ἴν᾽ ἀντία κύματος ὁρμῇ
230βριθόμενοι μίμνωσι: τὸ γὰρ τρομέουσι μάλιστα,
μὴ σφὰς ἐπ᾽ ἠιόνεσσι κυκώμενον οἶμα κυλίσῃ:


Πουλυπόδων δ᾽ οὔπω τιν᾽ ὀΐομαι ἔμμεν᾽ ἄπυστον [p. 304]
τέχνης, οἳ πέτρῃσιν ὁμοίϊοι ἰνδάλλονται,
τήν κε ποτιπτύξωσι περὶ σπείρῃς τε βάλωνται.
235ἄνδρας δ᾽ ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς
ῥηϊδίως ἀπάτῃσι παραπλάγξαντες ἄλυξαν.
ἀλλ᾽ ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσῃ,
αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν,
μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο
240φορβήν τ᾽ ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον.
χείματι δ᾽ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ
πουλύποδας: ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας:
ἀλλ᾽ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι
πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας
245ἀλλοτρίας: οἱ δ᾽ αὖτις ἑοὺς κορέσαντες ἄνακτας
φύονται: τόδε πού σφι Ποσειδάων ἐπένευσε.
τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα
ἄρκτοις: χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,
δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα
250ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον, [p. 306]
μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδ᾽ ἐθέλουσι
προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.


ἔξοχα δ᾽ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι
κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,
255ἀλλήλους δ᾽ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν.
αἰεὶ δ᾽ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατ᾽ ἐνυὼ
καὶ μόθος, ἄλλου δ᾽ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.
μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα
φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,
260φορβὴν μαιομένη, τάχα δ᾽ εἴσιδε πούλυπον ἀκτῆς
ἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπί θήρην
ἔσσυτο γηθομένη: τὸν δ᾽ οὐ λάθεν ἐγγὺς ἐοῦσα:
ἀλλ᾽ ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται
ἐς φόβον, οὐδ᾽ ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι
265ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν.
αἶψα δέ μιν κατέμαρψε γένυν τ᾽ ἐνέρεισε δαφοινήν:
πούλυπος αὖτ᾽ ἀέκων ὀλοῆς ὑπὸ μάρνατ᾽ ἀνάγκης,
ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας
παντοίας στροφάλιγγας ὑπό σκολιοῖσιν ἱμᾶσι
270τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν
ἀμφιβαλών: ἀλλ᾽ οὔτι κακῶν ἄκος οὔτ᾽ ἀλεωρή:
ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν
ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ:
αὐτὰρ γ᾽ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν
275οὐρήν τ᾽ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δ᾽ αὖτε
ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.
ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες
δηρὸν ἐπ᾽ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν, [p. 308]
ἤδη δ᾽ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς
280χεύεται ἀμφοτέροισι: τὰ δ᾽ αἰόλα κέρδεα τέχνης
πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται:
ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον
πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.
δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων
285δαρδάπτει: μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,
ἄλλα δ᾽ ἔτ᾽ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,
ἄλλα δέ τ᾽ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,
εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.
ὡς δ᾽ ὅτ᾽ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων
290βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,
χειὴν δ᾽ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω
δάπτει τ᾽ ἐμμενέως: δ᾽ ἐλίσσεται ἀμφί τε γοῦνα,
δειρήν τε στέρνον τε: τὰ δ᾽ ἡμίβρωτα κέχυνται
ἅψεα, πολλὰ δ᾽ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν:
295ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα
δυσμόρου: οὐδέ μῆτις ἐπιφροσύνης ἐσάωσε
πετραίης: εἰ γάρ ποτ᾽ ἀλευόμενος περὶ πέτρην
πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,
ἀλλ᾽ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά μούνη
300φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.
ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,
ὡς μὲν ἐν πέτρῃσιν ὑφέξεται, δέ οἱ ἄγχι
ἠΰτ᾽ ἐπεγγελόωσα παρίσταται: ὧδέ κε φαίης
μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν:
305τί πτώσσεις δολομῆτα; τίν᾽ ἔλπεαι ἠπεροπεύειν; [p. 310]
τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω
δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ.
αὐτίκα δ᾽ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,
χοιράδος αὖ ἐρύουσα περίτρομον: αὐτὰρ γ᾽ οὔτι,
310οὐδὲ δαϊζόμενος, λείπει πάγου οὐδ᾽ ἀνίησιν,
ἀλλ᾽ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ
λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.
ὡς δ᾽ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,
ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,
315κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα
γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ χεῖρας
πλέγδην οὐκ ἀνίησιν ἀπ᾽ αὐχένος, οὐδέ μήτηρ
κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή:
ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο
320λισσάδι μυδαλέῃ περιφύεται, οὐδ᾽ ἀνίησι.


Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλ᾽ ἐοῦσαν
ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν.
γὰρ μὲν πέτρης σχεδὸν ἵσταται, ἔνι ναίει
ὀτραλέη μύραινα: δύω δ᾽ ἀνὰ κέντρα τιτήνας
325δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,
ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν
ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς
ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων
ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κ᾽ ἐθέλῃσιν
330ἀντιάαν: τάχα δ᾽ ἄλλον ἀριστήων ὀροθύνει:
ὣς γε μυραίνης θήγει φρένας, οὐδ᾽ ἐπὶ μῶλον
δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,
αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα
ἀντιάᾳ: τὸν δ᾽ οὔτι περισπέρχουσά περ αἰνῶς
335βλάπτει τρηχὺν ἐόντα, γένυν δ᾽ ἀνεμώλιον αὔτως
ἐγχρίμπτει, στερεοῖσι δ᾽ ἐτώσια μαίνετ᾽ ὀδοῦσιν:
οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης [p. 312]
παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.
τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,
340εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν
κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος:
ἴσχει δ᾽ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ,
νωλεμές, οὐδ᾽ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι:
δὲ βίῃ μογέουσα καὶ ἀσχαλόωσ᾽ ὀδύνῃσι,
345πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα
καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,
ἐν δ᾽ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς
ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς
ὄλλυται αὐτοδάϊκτος, ὑπ᾽ ἀφραδίῃσι θανοῦσα.
350ὡς δ᾽ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων,
λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι,
πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης
ἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς:
δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου
355ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δ᾽ ἄρα λαιμῷ
ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν:
ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι
δύσμορον, αὐτοτύποισιν ὑπ᾽ ὠτειλῇσι δαμεῖσαν.
τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο
360ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος
ἀντόμενοι: καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.
ἤτοι μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,
φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις
εἱλεῖται σφαιρηδόν, ὑφ᾽ ἕρκεϊ γυῖα φυλάσσων,
365ἔνδοθεν ἑρπύζων: δέ οἱ σχεδὸν αὐτίκα θύνων
πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν, [p. 314]
ἀλλ᾽ αὔτως μογέει κενεὸν πόνον: οὐ γὰρ ἱκάνει
χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι:
τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν:
370αὐτὰρ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα
δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,
ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι
χαίτης ὀξυτόμοισιν: δ᾽ ἄλλοθεν εἴβεται ἄλλος
ἰχὼρ αἱματόεις, τὸν δ᾽ ἕλκεα πόλλ᾽ ἀνιάζει.
375ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ
ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς
ἴσχει τ᾽ ἐμπρίει τε χόλῳ τ᾽ ἐνερείδεται ἀλκήν.
τοῦ δ᾽ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι
ὀξέα πεφρικυῖαι: δ᾽ ἐν σκολόπεσσι πεπηγὼς
380οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,
ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,
ὄφρα θάνῃ, σὺν δ᾽ αὐτὸν ἀπέφθισε θῆρα πιέζων
πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο:
πολλάκι δ᾽ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,
385ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,
εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.
τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ,
καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.


Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα
390δαίνυτ᾽ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν
πούλυπος: ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃ
αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ λάθρη [p. 316]
νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,
ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,
395σὺν δὲ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει
αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ̔ ἀνίησι
πνοιὴν ἠερίην οὔτ᾽ ἔνδοθεν οὔθ᾽ ἑτέρωθεν:
καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ:
ἀλλ᾽ ἔχει ἀμφιπεσών: δὲ νήχεται, ἄλλοτε μίμνει,
400ἄλλοτε δ᾽ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπ᾽ ἄκραις
ῥήγνυται: αὐτὰρ γ᾽ οὔτι βίης μεθίησιν ἄεθλον,
ὄφρα τεθνηῶτα λίπῃ ψυχή τε καὶ ἀλκή.
δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι
δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνης
405χείλεσιν αὖ ἐρύει λαρὸν γλάγος: ὣς γε σάρκας
λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω
μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν.
ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ ληΐστορι τέχνῃ
ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτ᾽ ἀέξων,
410ἑσπέριος στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς,
ἄνδρα παραστείχοντα μετ᾽ εἰλαπίνην ἐλόχησε:
καί ῥ᾽ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,
οὐ μάλα νηφάλιον κλάζων μέλος: αὐτὰρ λάθρη [p. 318]
ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς
415εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον
οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντ᾽ ἐναρίξας
ᾤχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην:
τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν.


οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχ᾽ ἔασιν
420εἰναλίων: μοῦνοι δὲ μετ᾽ ἰχθύσιν αἰολοφύλοις
ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.


ἄλλοι δ᾽ ἰοφόροι νεπόδων, στομάτεσσι δ᾽ ἀεικὴς
ἰὸς ἐνιτρέφεται στυγερός τ᾽ ἐπὶ δήγμασιν ἕρπει.
τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,
425ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ: ἀλλὰ τό γ᾽ ἄτην
κύντερον: εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,
αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος
φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,
τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.
430ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι
ἐμπελάαν: εἰ γάρ ποτ᾽ ἐπιψαύσειε δελέτρου,
οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο
ἔλθοι: τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.


τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη [p. 320]
435ἂν στόμα: τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες
δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν:
εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης
σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,
αἵ δ᾽ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι
440ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται
καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι
κνίζουσαι στομάτεσσιν ἀναιδέσιν: αὐτὰρ κάμνει
ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας,
χερσὶ δ᾽, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι
445σεύει ἀμυνόμενος διερὸν στρατόν: αἱ δ᾽ ἐφέπονται
ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ᾽ ἐπ᾽ ἔργοις
ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας
πάντοσ᾽ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.
οἱ δ᾽ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν
450ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις
ἐκπάγλως: αἱ δ᾽ οὐδὲν ἀναιδείης χαλόωσι,
πρὶν θανέειν ξουθὸν ἀπ᾽ ἀνέρος αἷμα πάσασθαι.
τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.


οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ [p. 322]
455πούλυπος ἑρπυστὴρ σηπίη, ἀλλὰ καὶ αὐτοῖς
ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.
κέντρα δὲ πευκήεντα μετ᾽ ἰχθύσιν ὡπλίσσαντο
κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε
σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες
460καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,
πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες. [p. 324]


Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα
γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ
καρτύνας: καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν
465ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου
φάσγανον, ἀλλ᾽ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.
οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν
οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα:
τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τ᾽ ἐρωή.


470Τρυγόνι δ᾽ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς
κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.
οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι
φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς
οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.
475ἀλλ᾽ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή,
αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,
αὐτῷ δ᾽ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται
ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι
φάσγανον: οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.
480τρυγονίου δ᾽ οὔπω τι κακώτερον ἔπλετο πῆμα
τρώματος, οὐδ᾽ ὅσα χεῖρες ἀπήϊα τεχνήσαντο
χαλκήων, οὐδ᾽ ὅσσα φερεπτερύγων ἐπ᾽ ὀϊστῶν
Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο:
τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ
485ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,
ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν [p. 326]
ἄτροπον: οὐδ᾽ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον
ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος
καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.
490εἰ γάρ τίς κ᾽ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,
θαλλοῖς τ᾽ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,
νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ
οὐτήσῃ, τόδ᾽ ἔπειτα κακῇ βεβολημένον ἄτῃ
λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ:
495πρῶτον ἀπ᾽ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ
αὖόν τ᾽ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.


κεῖνό ποτ᾽ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ
Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,
αἰχμάζειν δηΐοις ἅλιον μόρον: αὐτὰρ νήσῳ
500αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων
πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ
αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.
ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου
ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,
505τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ.


Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ
πῆμα: τὸ δ᾽ οὔποτ᾽ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι [p. 328]
οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,
ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,
510κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,
ὀξὺ μάλ᾽ ἐγχρίμπτων, χαλεπὴν δ᾽ ἐπὶ λύσσαν ὀρίνει,
θωρήξας ὀδύνῃσιν: ἐπισπέρχει δ᾽ ἀέκοντας
φοιταλέῃ μάστιγι χορευέμεν: οἱ δὲ κελαινῷ
τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δ᾽ ἄλλῃ
515κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.
πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν
ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ: πολλάκι δ᾽ ἅλμης
ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες
καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων:
520τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδ᾽ ἀνίησι.
καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ
οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,
οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,
οὔτ᾽ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες
525σεύονται λύσσῃ τεθοωμένοι: οὐδέ τις αὐτοῖς
οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι
ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει
ῥιπὴν ταυρείην, ὅτ᾽ ἐπιζέσῃ ὀξὺ κελεύων
βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι:
530πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς
εἱλεῖται: τοίη μιν ἄγει δριμεῖα θύελλα.
καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.


δελφῖνες δ᾽ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν, [p. 330]
ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαϊῃ κομόωντες
535ῥιπῇ τ᾽ ὠκυάλῳ: διὰ γὰρ βέλος ὥστε θάλασσαν
ἵπτανται: φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς
ὀξύτατον: καί πού τιν᾽ ὑποπτήσσοντα χαράδραις
καί τιν᾽ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.
ὅσσον γὰρ κούφοισι μετ᾽ οἰωνοῖσιν ἄνακτες
540αἰετοὶ θήρεσσι μετ᾽ ὠμηστῇσι λέοντες,
ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,
τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.
τοῖς δ᾽ οὔτ᾽ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην
ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δ᾽ ἄνακτος
545τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.
οἱ δ᾽ ὁπότ᾽ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,
πάντ᾽ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,
παμφύγδην ἐλόωντες: ἐνέπλησαν δὲ φόβοιο
πάντα πόρον: σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι
550στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ
πάντοθεν εἰλομένων: δὲ δαίνυται ὅν κ᾽ ἐθέλῃσι,
κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.


ἀλλ᾽ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται
ἰχθύες, οὓς ἀμίας κικλήσκομεν: οὐδ᾽ ἀλέγουσι
555δελφίνων, μοῦναι δὲ κατ᾽ ἀντία δηριόωνται.
ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες [p. 332]
ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες
ὀξέα πεφρίκασι: τὸ καὶ μέγα θάρσος ἔχουσιν,
οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.
560εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπ᾽ ἄλλων
δελφίνων ἀγέλης, οἱ δ᾽ ἀθρόαι ἄλλοθεν ἄλλαι,
ἠΰθ᾽ ὑπ᾽ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕν᾽ ἰοῦσαι
στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστ᾽ ἐπὶ πύργον
δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.
565δελφὶς δ᾽ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου
πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δ᾽ ἔσσυται, ἄλλοτε ἄλλην
ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.
ἀλλ᾽ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες
πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,
570δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη:
ἔγνω δ᾽ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος
ἑρχθεὶς δυσμενέεσσι: πόνος δ᾽ ἀναφαίνεται ἀλκῆς.
αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι
δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων:
575πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,
πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων
γλαυκῶν, αἱ δ᾽ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,
πολλαὶ δ᾽ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,
ἄλλαι δ᾽ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δ᾽ ὑπένερθε
580νηδύν, αἱ δ᾽ ἄρ᾽ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,
ἄλλαι δ᾽ ἐκ λοφιῆς, αἱ δ᾽ αὐχένος ᾐώρηνται.
αὐτὰρ παντοίοισι περιπληθὴς καμάτοισι
πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ
μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,
585πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,
παφλάζων ὀδύνῃσι: κυβιστητῆρι δ᾽ ἐοικὼς
ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,
ἄλλοτε δ᾽ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δ᾽ ἅλμης [p. 334]
ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ μεθείη
590ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς: αἱ δ᾽ ἀλίαστοι
οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,
καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον,
αὖτις δ᾽ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν
ἑλκόμεναι: φαίης κε νέον τέρας Ἐννοσιγαίῳ
595τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδ᾽ ἀμίῃσιν:
ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων.
ὡς δ᾽ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων
οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα
ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης
600ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,
δαίνυσθαι μέλαν αἷμα: τὰ δ᾽ αὐτίκα γυρωθέντα
κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδ᾽ ἀνίησιν,
εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα
ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα:
605ὣς ἀμίαις οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα
κείνην, ἥν ποτ᾽ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.
ἀλλ᾽ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο
δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος
χωομένου: κρυερὴ δ᾽ ἀμίαις ἀναφαίνεται ἄτη.
610αἱ μὲν γὰρ φεύγουσιν, δ᾽ ἐξόπιθεν κεραΐζων,
εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντ᾽ ἀμαθύνει,
δάπτων ἐμμενέως, κατὰ δ᾽ αἵματι πόντον ἐρεύθει
αἰχμάζων γενύεσσι, παθὼν δ᾽ ἀπετίσατο λώβην. [p. 336]
ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων
615θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι
ἀγρομένους: οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι
σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο
θερμὸν ἔαρ λάπτουσιν: δ᾽ αἱμάσσων ὀδύνῃσι,
βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,
620ἄλλοτ᾽ ἐπ᾽ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας:
οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται
ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι
ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,
δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.
625ἀλλ᾽ τοι θῶες μὲν ἀναιδέες οὔτιν᾽ ἔτισαν
ποινήν, ἐκ δ᾽ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,
θαρσαλέαι δ᾽ ἀμίαι τάχα κύντερα δηρίσαντο.


δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων
ἠγασάμην: τοῖς εὖτ᾽ ἂν ὀλέθριος ἐγγὺς ἵκηται
630νοῦσος ἀταρτηρή, τοὺς δ᾽ οὐ λάθεν, ἀλλ᾽ ἐδάησαν
τέρμα βίου: πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης
φεύγοντες κούφοισιν ἐπ᾽ αἰγιαλοῖσιν ἔκελσαν:
ἔνθα δ᾽ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,
ὄφρα τις μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου
635κείμενον αἰδέσσαιτο χυτῇ τ᾽ ἐπὶ θινὶ καλύψαι,
μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ
βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,
μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,
μηδέ τις οἰχομένῳ περ ἐνὶ χροΐ λωβήσαιτο
640δυσμενέων: ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ
καὶ κράτος, οὐδ᾽ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες. [p. 338]


Κεστρέα δ᾽ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω
φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα:
μοῦνοι γὰρ κεστρῆες ἐνηέες, οὔθ᾽ ὁμόφυλον
645οὔτέ τιν᾽ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν:
οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,
οὐδέ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,
αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα:
φέρβονται δ᾽ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν
650ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.
τοὔνεκα καί τιν᾽ ἔχουσι μετ᾽ ἰχθύσι τίμιον αἰδῶ:
οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων
σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.
ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται
655αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν. [p. 340]
οἱ δ᾽ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν
ἔρχονται: τὸ καὶ οὔποτ᾽ ἐσόψεαι ὑπνώοντας
ἔλλοπας, ἀλλ᾽ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν
ἐγρήσσει πανάϋπνος: ἐπεὶ τρομέουσι μὲν αἰεὶ
660φέρτερον ἀντιόωντα, χερειότερον δ᾽ ὀλέκουσι.
μοῦνον δ᾽ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες
εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον
ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.


οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης
665ναιετάειν: οὐ γάρ τι πάλαι πρέσβειρα θεάων
οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ
δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη
μαῖά τ᾽ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος
ἔφλεγον ἡμερίων δειλὸν γένος: οὐδέ τι θηρῶν
670κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων
αἰνότεροι πύργους τ᾽ εὐτείχεας ἠδὲ μέλαθρα
νηούς τ᾽ ἀθανάτων εὐώδεας αἵματι φωτῶν
καπνῷ τ᾽ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,
εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
675ὑμῖν δ᾽ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας.
ἀλλ᾽ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι
θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας
θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου
Ἴστρον τ᾽ Εὐφρήτην τε: τί μοι τάδε δούρατος ἔργα
680μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,
γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,
ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες [p. 342]
ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ:
ἐκ τῶν μοι γλυκύς ὅρμος ἀνακτορίης πεπέτασται.
685τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε
πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,
Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ
εὐσεβίης: σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: