previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παραδόξου δ᾽ εἶναι δοκοῦντος τοῦ πράγματος καὶ μύθῳ πεπλασμένῳ παραπλησίου, πειρῶνταί τινες τῶν φυσικῶν αἰτίας ἀποδιδόναι τοῦ γινομένου τοιαύτας. [2] ἀνέμους φασὶ κατὰ τὴν χώραν τοὺς μὲν τὸ σύνολον μὴ πνεῖν, τοὺς δὲ παντελῶς εἶναι βληχροὺς καὶ κωφούς: ὑπάρχειν δὲ καὶ περὶ τὸν ἀέρα πολλάκις ἠρεμίαν καὶ θαυμαστὴν ἀκινησίαν διὰ τὸ μήτε νάπας μήτε συσκίους [p. 346] αὐλῶνας παρακεῖσθαι πλησίον μήτε λόφων ὑπάρχειν ἀναστήματα: ποταμῶν τε μεγάλων σπανίζειν τοὺς τόπους, καὶ καθόλου τὴν σύνεγγυς χώραν ἅπασαν ἄκαρπον οὖσαν μηδεμίαν ἔχειν ἀναθυμίασιν: ἐξ ὧν ἁπάντων εἰωθέναι γεννᾶσθαί τινας ἀρχὰς καὶ συστάσεις πνευμάτων. [3] διόπερ συμπνιγοῦς περιστάσεως τὴν χέρσον ἐπεχούσης, ὅπερ ὁρῶμεν ἐπὶ τῶν νεφῶν ἐνίοτε συμβαῖνον ἐν ταῖς νοτίαις ἡμέραις, τυπουμένων ἰδεῶν παντοδαπῶν, τοῦτο γίνεσθαι καὶ περὶ τὴν Λιβύην, πολλαχῶς μορφουμένου τοῦ συμπίπτοντος ἀέρος: ὃν ταῖς μὲν ἀσθενέσι καὶ βληχραῖς αὔραις ὀχεῖσθαι μετεωριζόμενον καὶ παλμοὺς ποιοῦντα καὶ συγκρούοντα συστήμασιν ἑτέροις ὁμοίοις, νηνεμίας δ᾽ ἐπιλαμβανούσης καθίστασθαι πρὸς τὴν γῆν, βαρὺν ὄντα καὶ τετυπωμένον ὡς ἔτυχεν: ἔπειτα μηδενὸς ὄντος τοῦ συγχέοντος προσπελάζειν τοῖς αὐτομάτως περιτυγχάνουσι τῶν ζῴων. [4] τὰς δ᾽ ἐφ᾽ ἑκάτερα κινήσεις αὐτῶν φασι προαίρεσιν μὲν μηδεμίαν ἐμφαίνειν: ἐν ἀψύχῳ γὰρ ἀδύνατον ὑπάρχειν φυγὴν ἑκούσιον δίωξιν: τὰ μέντοι ζῷα λεληθότως αἴτια τῆς μεταρσίας κινήσεως γίνεσθαι: προσιόντων μὲν γὰρ αὐτῶν τὸν ὑποκείμενον ἀέρα μετὰ βίας ἀναστέλλειν, καὶ διὰ τοῦθ᾽ ὑποχωρεῖν τὸ συνεστηκὸς εἴδωλον καὶ ποιεῖν τὴν ἔμφασιν ὑποφεύγοντος: τοῖς δ᾽ ἀναχωροῦσι κατὰ τοὐναντίον ἐπακολουθεῖν, ἀντεστραμμένης τῆς αἰτίας, ὡς ἂν τοῦ κενοῦ καὶ τῆς ἀραιώσεως ἐπισπωμένης. [5] διόπερ ἐοικέναι διώκοντι τοὺς ὑποχωροῦντας: ἕλκεσθαι γὰρ [p. 347] αὐτὸ καὶ προπίπτεὶν εἰς τὸ πρόσθεν ἄθρουν ὑπὸ τῆς πάλιν ῥύμης: τοὺς δ᾽ ὑποφεύγοντας, ὅταν ἐπιστραφῶσιν μένωσιν, εὐλόγως ὑπὸ τοῦ συνακολουθοῦντος εἰδώλου ψαύεσθαι τοῖς ὄγκοις: τοῦτο δὲ κατὰ τὴν πρὸς τὸ στερέμνιον πρόσπτωσιν περιθρύβεσθαι, καὶ πανταχόθεν προσχεόμενον καταψύχειν τὰ σώματα τῶν περιτυγχανόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: