This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
[6]
ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ. μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν: πολλὴ μὲν γὰρ ἐν τοῖς
ἐπιθέτοις, ἄκαιρος δ᾽ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ
καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς μεταφοραῖς
γίγνεται, ἀλληγορίας τε περιβάλλεται μακρὰς καὶ πολλὰς οὔτε μέτρον ἐχούσας οὔτε καιρόν, σχήμασί τε
ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν, καὶ μάλιστα
τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται:
καὶ “πολὺς ὁ τελέτης ἐστὶν ἐν τοῖς τοιούτοις παρ᾽
αὐτῷ”, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ
ἄλλοι συχνοί: “οὐ γὰρ ἐμὸς ὁ μῦθος”.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.