previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ πράττειν καὶ λέγειν. ὅμως δὲ, οὐ γὰρ ἐκλειπτέον οὐδὲν εὐκταῖον, φασὶν, ἀλλὰ πᾶν ὁτιοῦν ὁπωσοῦν ἀποδιδόμενον κρεῖττον καθάπαξ ἐκλειφθὲν, πειραθῶμεν ἀμωσγέπως ἀφοσιώσασθαι πρὸς τὸν θεόν: τοῦ δὲ κάλλιον [p. 2] ἐνδεέστερον αὐτῷ μελήσει. καὶ δὴ τὸ μὲν ὅλως ἐκλιπεῖν ἀργίας οἴσει δόξαν, ἣν οὐ θέμις ἐν τοῖς πρὸς τοὺς θεοὺς ἔχειν, τοῦ δὲ μὴ ἐφικέσθαι τοῦ πράγματος αὐτοῦ φύσις παρέξει τὴν συγγνώμην. οὐ γὰρ ἑκόντες ἐκλιπεῖν δόξομεν, ἀλλ᾽ ἀναγκαίως ὕστεροι γίγνεσθαι. ὡς δ᾽ εἰπεῖν, κρεῖττον, εἰ δεῖ, γέλωτα ὀφλεῖν μέμψιν ἐκ θεῶν. ἐπειδὴ οὖν εὐξάμεθά τε καὶ οὐκ ἂν ἄλλως ταῦτα ἔχοι, δεῖ δὴ ὥσπερ τῶν ἀθλητῶν τοὺς ἀπογράψαντας ἑαυτοὺς μὴ ἀναχωρεῖν, ἀλλ᾽ ὁμόσε ἰέναι καὶ πειρᾶσθαι τοῦ ἀγωνίσματος. εἶεν δὴ, Μοῦσαι Διὸς παῖδες, οὐ γὰρ ἔγωγε ὁρῶ πότε ἄν τις ὑμᾶς ἄμεινον καλέσειεν νῦν, εἴθ᾽ ὑμεῖς γε ἐπ᾽ Ὀλύμπου σὺν Ἀπόλλωνι Μουσηγέτῃ τὴν θείαν ᾠδὴν ᾁδετε, ὑμνοῦσαι τὸν ὑμέτερόν τε καὶ τῶν ὅλων πατέρα, εἴτε Πιερία φίλον ὑμῖν ἐνδιαίτημα, εἴτε ἐν Ἑλικῶνι τῷ Βοιωτίῳ χορεύετε, τῶν Διὸς ἔργων τε καὶ δωρεῶν τί περ ὄφελος, ἄγ᾽ πάντ᾽ εἰδυῖαι, πόθεν ἀρχώμεθα; τί τολμήσομεν εἰπεῖν περὶ Διός; δότε μοι μανικὸν γενέσθαι τὸν λόγον ὥσπερ τῇ ὑποθέσει, οὕτως καὶ τοῖς πρέπουσιν εἰς αὐτὸν, καὶ μή με οὐρανοῦ καὶ γῆς ἐν τῷ μέσῳ καταλίπητε. Ζεὺς τὰ πάντα ἐποίησε καὶ Διός ἐστιν ἔργα ὅσα ἐστὶ πάντα, καὶ ποταμοὶ καὶ γῆ καὶ θάλαττα καὶ οὐρανὸς καὶ ὅσα τούτων μεταξὺ ἄνω καὶ ὅσα ὑπὸ ταῦτα, καὶ θεοὶ καὶ ἄνθρωποι καὶ ὅσα ψυχὴν ἔχει καὶ ὅσα εἰς ὄψιν ἀφικνεῖται καὶ ὅσα δεῖ νοήσει λαβεῖν. ἐποίησε δὲ πρῶτος αὐτὸς ἑαυτὸν, οὐ Κρήτης ἐν εὐώδεσιν ἄντροις [p. 3] τραφεὶς, οὐδ᾽ ἐμέλλησεν αὐτὸν Κρόνος καταπιεῖν, οὐδ᾽ ἀντ᾽ ἐκείνου λίθον κατέπιεν, οὐδ᾽ ἐκινδύνευσε Ζεὺς οὐδὲ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: