previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὡς δὲ καὶ θεῶν ὅσα φῦλα ἀπορροὴν τῆς Διὸς τοῦ πάντων πατρὸς δυνάμεως ἕκαστα ἔχει καὶ ἀτεχνῶς κατὰ τὴν Ὁμήρου σειρὰν ἅπαντα εἰς αὐτὸν διήρτηται καὶ πάντα ἐξ αὐτοῦ ἐξῆπται, πολὺ καλλίων ἅλυσις κατὰ χρυσῆν τε καὶ εἴ τινα ἄλλην τις ἐπινοήσειεν. ἔρωτά τε καὶ Ἀνάγκην, δύο τούτω συναγωγοτάτω τε καὶ ἰσχυροτάτω, ἐν τοῖς πρῶτα ἐγέννησεν, ὅπως αὐτῷ τὰ πάντα συνέχοιεν. τό τε θνητὸν φῦλον οὐ μιᾶς οὐδὲ τῆς αὐτῆς ἅπαν μοίρας ἠξίωσεν, οὐδὲ ἀπηνήνατο μὴ οὐ καὶ ἀνθρώπων ὡς καὶ θεῶν εἶναι πατὴρ, ἀλλ᾽ ἐκ τοῦ αὐτοῦ γένους ὥσπερ νῦν οἱ τὰ μύρα σκευάζοντες, ὅσον ἦν οἷον [p. 7]ὑποστάθμη τε καὶ ἐμμεμενηκὸς κάτω, τοῦτο ὑπελείπετο ἀνθρώπου σπέρμα εἶναι, οὔτε τιμὴν ἴσην οὔτε δύναμιν ὁμοίαν ἔχον, οὐδὲ κακῶν εἰλικρινές τε καὶ ἄμοιρον, ὥσπερ ἦν ἐκεῖνο τὸ πρότερον γένος, ὅμως δὲ ἐντιμότερον τοῦ γε ἄλλου θνητοῦ γένους, ἅτε τοῦ λόγου κεκοινωνηκὸς καὶ οὐ παντάπασιν ἀπηλλαγμένον τῆς θείας μοίρας, ἀλλ᾽ οἷον ὀχετοῦ πηγῆς τὸ τελευταῖον ἐσχηκός. οὕτω δὴ προεδρίαν μὲν καὶ ἀρχὰς καὶ προστασίας δίδωσι θεοῖς, δεύτερα δὲ πολὺ ὕστερον καὶ ἀνθρώποις δίδωσι, τὰ δὲ μέσα ὅσα τε ἀέρος καὶ θαλάττης θρέμματα καὶ ὅσα λοιπὰ γῆς, ὑπ᾽ ἀμφοτέροις ἐποίησεν, ὥσπερ οἱ ἐν τοῖς στρατοπέδοις τοὺς μὲν ἀρίστους εἰς τὸ ἔμπροσθεν τάττοντες, τοὺς δὲ δευτέρους ἐξόπισθεν, τοὺς δ᾽ αὖ κακοὺς, τοῦτο δὴ τὸ λεγόμενον, εἰς μέσους. καὶ τοῖς μέν γε θεοῖς τὰς τέτταρας ἀπέδωκε χώρας, ὅπως μηδαμοῦ μηδὲν κενὸν εἴη θεῶν, ἀλλὰ πανταχοῦ πᾶσι παρῶσι τοῖς οὖσί τε καὶ γιγνομένοις, τὴν δὴ πρώτην πατρίδα τὴν οὐράνιον καὶ τὴν κατ᾽ ἀέρα καὶ τὴν ἐν θαλάττῃ καὶ τὴν ἐπὶ γῆς οἷον ὕπαρχοί τινες καὶ σατράπαι μεμερισμένοι. τῆς δὲ ἐξ αὐτῶν προνοίας οὐδὲν πλέον ἄνθρωπον μετέχειν ἐποίησε, πανταχοῦ σώζων τοῖς γένεσι τὴν ἀξίαν καὶ τὴν τάξιν οὐκ ἀνόνητον ἀξιῶν εἶναι. ταῦτα εἰδότες ἄνθρωποι καὶ μεγάλην ὑπὲρ μεγάλων ὀφείλοντες χάριν, ὡς χρόνῳ ὕστερον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: