previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐδόκει: ἐμοὶ δὲ αὐτῷ τοιάδε ἐγίγνετο. ἐδόκουν ἐν τοῖς προπυλαίοις ἑστάναι τοῦ ἱεροῦ, συνειλέχθαι δὲ καὶ ἄλλους πολλούς τινας, ὥσπερ ἡνίκα ἂν τὸ ἱερὸν καθάρσιον γίγνηται, εἶναι δὲ λευχείμονάς τε καὶ τἄλλα πρέποντα τῷ σχήματι. ἐνταῦθα δὴ ἄλλας τε φωνὰς ἠφίειν εἰς τὸν θεὸν καὶ δὴ καὶ μοιρονόμον προσεῖπον αὐτὸν, ὡς τὰς μοίρας τοῖς ἀνθρώποις διανέμοντα. ὡρμᾶτο δέ μοι τὸ ῥῆμα ἀπὸ τῶν εἰς ἐμαυτόν. κἀπὶ τούτοις ἦν τὸ ἀψίνθιον ὅντινα δὴ τρόπον δηλωθὲν, ἐδηλώθη δὲ ὡς ἐναργέστατα, ὥσπερ οὖν καὶ μυρία ἕτερα ἐναργῆ τὴν παρουσίαν εἶχε τοῦ θεοῦ. καὶ γὰρ οἷον ἅπτεσθαι δοκεῖν ἦν καὶ διαισθάνεσθαι ὅτι αὐτὸς ἥκοι καὶ μέσως ἔχειν ὕπνου καὶ ἐγρηγόρσεως καὶ βούλεσθαι ἐκβλέπειν, καὶ ἀγωνιᾶν μὴ προαπαλλαγείη, καὶ ὦτα παραβεβληκέναι καὶ ἀκούειν, τὰ μὲν ὡς ὄναρ, τὰ δὲ [p. 474] ὡς ὕπαρ, καὶ τρίχες ὀρθαὶ καὶ δάκρυα σὺν χαρᾷ καὶ γνώμης ὄγκος ἀνεπαχθὴς, καὶ τίς ἀνθρώπων ταῦτά γ᾽ ἐνδείξασθαι λόγῳ δυνατός; εἰ δέ τις τῶν τετελεσμένων ἐστὶ, σύνοιδέ τε καὶ γνωρίζει. ὀφθέντων δὲ τούτων, ἐπειδὴ ἕως ἐγένετο, καλῶ τὸν ἰατρὸν Θεόδοτον: καὶ ὡς ἧκε, διηγοῦμαι τὰ ὀνείρατα. δ᾽ ἐθαύμαζε μὲν ὡς εἶχε δαιμονίως, ἠπόρει δὲ τι χρήσοιτο, χειμῶνός τε ὥρᾳ καὶ ἅμα τὴν ἄγαν ἀσθένειαν τοῦ σώματος δεδιώς: μηνῶν γὰρ ἤδη συχνῶν ἐκείμην ἔνδον. ἔδοξεν οὖν ἡμῖν οὐ χεῖρον εἶναι μεταπέμψασθαι καὶ τὸν νεωκόρον τὸν Ἀσκληπιακὸν, ᾤκουν δ᾽ ἐν αὐτοῦ κατ᾽ ἐκεῖνον τὸν χρόνον, καὶ ἅμα εἰώθειν κοινοῦσθαι τὰ πολλὰ τῶν ἐνυπνίων αὐτῷ. ἧκεν νεωκόρος: καὶ οὐκ ἔφθημεν ἡμεῖς ἀρξάμενοι πρὸς αὐτὸν λόγου, καὶ ὃς ἄρχεται διηγεῖσθαι ἡμῖν: ἄρτι, ἔφη, ἥκω παρὰ τοῦ συννόμου, τὸν Φιλάδελφον λέγων, αὐτὸς δέ με καὶ ἐκάλεσεν: εἶδε γὰρ νυκτὸς ὄψιν θαυμαστὴν σοὶ διαφέρουσαν. καὶ οὕτω διηγεῖτο μὲν Ἀσκληπιακὸς εἶδεν Φιλάδελφος, ἐπιδιηγεῖται δὲ αὐτὸς Φιλάδελφος ὑφ᾽ ἡμῶν κληθείς. ὡς δὲ συνέβαινε τὰ ὀνείρατα, ἐχρώμεθα ἤδη ἰάματι, καὶ ἔπιον δὴ ὅσον οὐδείς πω πρόσθεν, καὶ τῆς ὑστεραίας κατὰ τὰ αὐτὰ ἐπισημήναντος τοῦ θεοῦ. καὶ τὴν μὲν ῥᾳστώνην τὴν περὶ τὴν πόσιν ὅσον ὤνησε τί τις ἂν λέγοι; ὅθεν δ᾽ οὖν λόγος οὗτος ὡρμήθη, τὰ γὰρ τῶν μοιρῶν ὡς κατεστήσατό μοι, πρὸς πολλοῖς ἄλλοις


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: