previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βλάβην τῆς ὠφελείας ἔχει παρ᾽ ἄλληλα θεωμένους. θαυμάζω δ᾽ εἰ παραστησάμενοι μὲν τοὺς Λακεδαιμονίους ἐπιστήσεσθε φείσασθαι, ἐξὸν δὲ καὶ ὑμῶν αὐτῶν ἅμα καὶ τούτων φείσασθαι νῦν οὐ τολμήσετε. καὶ τί φήσετε, Ἀθηναῖοι; ὅτε μὲν γὰρ Πελοπόννησον περιεπλεῖτε, καὶ ἀποβάσεις ἐποιεῖσθε εἰς τὴν χώραν καὶ Πύλον ταυτηνὶ κατελαμβάνετε καὶ τἄλλα ἐπραγματεύεσθε, εἴ τις ἔροιθ᾽ ὑμᾶς ἀντὶ τοῦ ταῦτα ποιεῖτε, ἦν εἰπεῖν ὅτι ἠναγκασμένοι καὶ ὅτι βουλομένων ἡμῶν ἡσυχίαν ἄγειν Λακεδαιμονίοις οὐ συνέδοξεν, ἀλλ᾽ εἰς ὅπλα καὶ πόλεμον προὐκαλοῦντο: νῦν δὲ τί φήσομεν, εἴ τις ἔροιθ᾽ ἡμᾶς, πλέοντας ἰδὼν κατὰ γῆν ἐξιόντας ὅλως ἕν τι τῶν αὐτῶν πράττοντας; πότερον ὡς ἠναγκάσμεθα; ἀλλ᾽ οἱ τότ᾽ ἐκεῖνα ἐπαιρόμενοι νῦν ἥκουσι τὴν εἰρήνην προτείνοντες. ἀλλ᾽ ὡς [p. 596] ἐλαττώσεσθέ τι ταῦτ᾽ ἐὰν δέξησθε; ἀλλ᾽ οὔτε τὴν Αἴγιναν οὐδεὶς ὑμᾶς ἀφιέναι κελεύει νῦν οὔτ᾽ ἐκ Ποτιδαίας ἀπιέναι οὔτε δέχεσθαι Μεγαρέας, ἐάν τε βούλησθ᾽ ἐάν τε μὴ, οὔτ᾽ ἔνεστι πολυπραγμοσύνης οὐδὲν τοῖς δρωμένοις, ἀλλὰ κύριον μὲν τὸ πινάκιον, βέβαιος δ᾽ τῶν Ἑλλήνων ἀρχὴ, πάντα δὲ σῶα τὰ χωρία καὶ λιμένες καὶ ἵπποι καὶ τριήρεις καὶ τὸ βουλεύεσθαι περὶ αὐτῶν. οἱ δὲ τὰς σεμνὰς ἐκείνας ἐπαγγελίας ἐπαγγελλόμενοι καὶ δελεάζοντες τοὺς Ἕλληνας τῷ τῆς ἐλευθερίας ὀνόματι, οὗτοι νῦν ἐὰν αὐτοῖς αὐτονόμοις ἐξῇ τὴν ἑαυτῶν οἰκεῖν, ἀγαπᾶν ὁμολογοῦσι καὶ οἱ περὶ τῆς ἡγεμονίας ἀμφισβητήσαντες ὑμῖν βεβαιωταὶ μᾶλλον αὐτῆς γεγόνασι. πρὶν μὲν γὰρ ὅπλα κινῆσαι τάχα ἄν τις καὶ προσεδόκησεν αὐτοὺς ἐπιέναι, ἐγχειρήσαντες δὲ ἐναντιοῦσθαι, κᾆτ᾽ ἀποστάντες, οὔθ᾽ ὡς ἀδίκως κέκτησθε τὴν ἀρχὴν οὔθ᾽ ὡς κωλύειν δύνανται λέγειν ἕξουσιν, ὥστ᾽ ἔργῳ τὴν ψῆφον οἴσουσιν ὡς εἰκότως ἔχετε αὐτὴν καὶ παραδώσουσι τοὺς Ἕλληνας ὑμῖν πολὺ μᾶλλον ὅτε Παυσανίαν μὲν ἀπαλλαξάντων, ὑμᾶς δ᾽ ἑλομένων, συνεχώρησαν αὐτοί.

καίτοι εἰ ταύτην τὴν γνώμην ἀπ᾽ ἀρχῆς ἔσχον Λακεδαιμόνιοι πρὸς ὑμᾶς, τί τῶν ἁπάντων ἂν ὑμᾶς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: