previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μεταδίδως, ἀλλὰ τοῖς μὲν, τοῖς δ᾽ οὔ; εἰ δ᾽ ἀλυσιτελεῖς εἶναί σοι δοκοῦσι, καὶ κατέγνως αὐτῶν, καὶ οὐδὲν ὑγιὲς εἶναι νομίζεις, τί μὴ καὶ πάντας τούτων ἀποστερεῖς; νῦν δ᾽ ἔοικας οἷς τοὺς μὲν ἄλλους πάντας τῶν δοθέντων ἀποστερεῖς, τοὺς δ᾽ ἀφ᾽ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας ἔχειν ἐᾷς, τοὺς μὲν τιμῆς ἀξιοῦν, πάντας δ᾽ ἀτιμάζειν τοὺς ἄλλους, οὐδέτερον τούτων εἰκότως ποιῶν. ἀλλὰ λανθάνεις τοὺς μὲν οὐκ ἀξίως τιμῶν, ἐπειδὴ μὴ καὶ πάντας, πάντας δὲ ἀτιμάζων ἀδίκως, ἐπειδὴ μόνους ἐκείνους τιμᾶν ἀξιοῖς. δεῖ γὰρ ἀμφοτέροις μεταδιδόναι τῶν ἴσων. οἷς δὲ διαιρεῖς, καὶ ἄκων τούτους συνάπτεις, ὡς δέον εἶναι πάντας ἐξ ἴσης τῶν δωρεῶν ἀπολαύειν.

ὅτι δὲ καὶ αὗται πολλοῦ τινος ἄξιαι δῆλον ἐκεῖθεν. δι᾽ ὧν γὰρ μόνοις τοῖς ἀφ᾽ Ἁρμοδίου καὶ Ἀριστογείτονος ταύτας παρέχεις ἄμφω ταῦτα ψηφίζεσθαι μάλιστα δίδως, τοὺς μὲν δικαίους τούτων ἀπολαύειν ἡγεῖσθαι διὰ τὸ γένος, τὰς δ᾽ οὕτω πολλοῦ τινος ἀξίας


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: