previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐν ἀμφοτέραις μὲν οὖν ταῖς ἐντολαῖς ἀγάπην εἰσηγεῖται, τάξει δ̓ αὐτὴν διῄρηκε, καὶ ὅπου μὲν τὰ πρωτεῖα τῆς ἀγάπης ἀνάπτει τῷ θεῷ, ὅπου δὲ τὰ δευτερεῖα νέμει τῷ πλησίον. τίς δ̓ ἂν ἄλλος οὗτος εἴη πλὴν αὐτὸς σωτήρ; τίς μᾶλλον ἡμᾶς ἐλεήσας ἐκείνου, τοὺς ὑπὸ τῶν κοσμοκρατόρων τοῦ σκότους ὀλίγου τεθανατωμένους τοῖς πολλοῖς τραύμασι, φόβοις, ἐπιθυμίαις, ὀργαῖς, λύπαις, ἀπάταις, ἡδοναῖς; τούτων δὲ τῶν τραυμάτων μόνος ἰατρὸς Ἰησοῦς, ἐκκόπτων ἄρδην τὰ πάθη πρόρριζα, οὐχ ὥσπερ νόμος ψιλὰ τὰ ἀποτελέσματα, τοὺς καρποὺς τῶν πονηρῶν φυτῶν, ἀλλὰ τὴν ἀξίνην τὴν ἑαυτοῦ πρὸς τὰς ῥίζας τῆς κακίας προσαγαγών. οὗτοσὁ 1 τὸν οἶνον, τὸ αἷμα τῆς ἀμπέλου τῆς Δαβίδ, ἐκχέας ἡμῶν ἐπὶ τὰς τετρωμένας ψυχάς, οὗτος τὸ ἔλαιον, 2 τὸν ἐκ σπλάγχνων πατρὸς ἔλεον, προσενεγκὼν καὶ ἐπιδαψιλευόμενος, οὗτος τοὺς [p. 332] τῆς ὑγείας καὶ σωτηρίας δεσμοὺς ἀλύτους ἐπιδείξας, ἀγάπην, πίστιν, ἐλπίδα, οὗτος διακονεῖν ἀγγέλους καὶ ἀρχὰς καὶ ἐξουσίας ἡμῖν ἐπιτάξας ἐπὶ μεγάλῳ μισθῷ, διότι καὶ αὐτοὶ ἐλευθερωθήσονται ἀπὸ τῆς ματαιότητος τοῦ κόσμου παρὰ τὴν ἀποκάλυψιν τῆς δόξης τῶν υἱῶν τοῦ θεοῦ. τοῦτον οὖν ἀγαπᾶν ἴσα χρὴ τῷ θεῷ. ἀγαπᾷ δὲ Χριστὸν Ἰησοῦν τὸ θέλημα αὐτοῦ ποιῶν καὶ φυλάσσων αὐτοῦ τὰς ἐντολάς. ‘οὐ γὰρ πᾶς λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ̓ ποιῶν τὸ θέλημα τοῦ πατρός μου.’ καί: ‘τί με λέγετε κύριε κύριε καὶ οὐ ποιεῖτε λέγω;’ καί: ‘ὑμεῖς μακάριοι οἱ ὁρῶντες καὶ ἀκούοντες μήτε δίκαιοι μήτε προφῆται,’ ἐὰν ποιῆτε λέγω.

1 o( inserted by Ghisler.

2 ou(=tos inserted by Wilamositz: o( to\ e)/laion by Lindner.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: